歴代誌 第二
Chapter 22
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Brenton Greek text, with Apocrypha)
1エルサレムの住民は、彼の末っ子アハズヤを彼に代わって王とした。アラビア人とともに宿営に来た部隊が、兄たちをみな殺していたからである。こうしてユダの王エホラムの子アハズヤが治めた。
1Καὶ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ τὸν Ὀχοζίαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντʼ αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινε τὸ ἐπελθὸν ἐπʼ αὐτοὺς λῃστήριον, οἱ Ἄραβες καὶ οἱ Ἀλιμαζονεῖς· καὶ ἐβασίλευσεν Ὀχοζίας υἱὸς Ἰωρὰμ βασιλέως Ἰούδα.
2アハズヤは四十二歳で王となり、エルサレムで一年間治めた。母の名はアタルヤといい、オムリの娘であった。
2Ὢν ἐτῶν εἴκοσι Ὀχοζίας ἐβασίλευσε, καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολία, θυγάτηρ Ἀμβρί.
3彼もまたアハブの家の道を歩んだ。彼の母が、悪を行うように彼に助言したからである。
3Καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαὰβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν.
4彼はアハブの家がしたように、主の目に悪を行った。彼の父の死後、彼らが彼の助言者となり、彼を滅びに至らせたからである。
4Καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου ὡς οἶκος Ἀχαὰβ, ὅτι αὐτοὶ ἦσαν αὐτῷ σύμβουλοι μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, τοῦ ἐξολοθρεῦσαι αὐτὸν,
5彼もまた彼らの助言に従って歩み、イスラエルの王アハブの子エホラムとともに、ラモテ・ギルアドでアラムの王ハザエルと戦うために行った。アラム人はヨラムを傷つけた。
5καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη· καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ βασιλέως Ἰσραὴλ εἰς πόλεμον ἐπὶ Ἀζαὴλ βασιλέα Συρίας εἰς Ῥαμὼθ Γαλαάδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ἰωράμ.
6彼はアラムの王ハザエルと戦ったとき、ラマで受けた傷を癒やすためにエズレルに帰った。ユダの王エホラムの子アザルヤは、アハブの子エホラムが病気であったため、彼を見舞うためにエズレルに下って行った。
6Καὶ ἐπέστρεψεν Ἰωρὰμ τοῦ ἰατρευθῆναι εἰς Ἰεζράελ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ῥαμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Ἀζαὴλ βασιλέα Συρίας. Καὶ Ὀχοζίας υἱὸς Ἰωρὰμ βασιλεὺς Ἰούδα κατέβη θεάσασθαι τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ εἰς Ἰεζράελ, ὅτι ἠῥῥώστει.
7アハズヤが滅びたのは神によることであり、彼がヨラムのもとへ行ったことがその契機となった。彼が来たとき、彼はエホラムとともに、主がアハブの家を断ち切るために油注がれた、ニムシの子イエフに向かって出て行った。
7Καὶ παρὰ τοῦ Θεοῦ ἐγένετο καταστροφὴ Ὀχοζία ἐλθεῖν πρὸς Ἰωράμ· καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν, ἐξῆλθε μετʼ αὐτοῦ Ἰωρὰμ πρὸς Ἰηοὺ υἱὸν Ναμεσσεῒ χριστὸν Κυρίου εἰς τὸν οἶκον Ἀχαάβ.
8イエフがアハブの家にさばきを下していたとき、彼はアハズヤに仕えていたユダの君たちや、アハズヤの兄弟の息子たちを見つけて、彼らを殺した。
8Καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ἰηοὺ τὸν οἶκον Ἀχαὰβ, καὶ εὗρε τοὺς ἄρχοντας Ἰούδα καὶ τοὺς ἀδελφοὺς Ὀχοζίου λειτουργοῦντας τῷ Ὀχοζίᾳ, καὶ ἀπέκτεινεν αὐτούς.
9彼はアハズヤを捜し求めた。アハズヤはサマリアに隠れていたが、人々は彼を捕らえ、イエフのもとに連れて来て殺した。彼らは彼を葬った。彼らが「彼は心を尽くして主を尋ね求めたヨシャファテの子である」と言ったからである。アハズヤの家には、王国を保つ力がなかった。
9Καὶ εἶπε τοῦ ζητῆσαι τὸν Ὀχοζίαν· καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ, καὶ ἤγαγον αὐτὸν πρὸς Ἰηοὺ, καὶ ἀπέκτεινεν αὐτὸν· καὶ ἔθαψαν αὐτὸν, ὅτι εἶπαν, υἱὸς Ἰωσαφάτ ἐστιν, ὃς ἐζήτησε τὸν Κύριον ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ. Καὶ οὐκ ἦν ἐν οἴκῳ Ὀχοζίᾳ κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας.
10アハズヤの母アタルヤは、自分の子が死んだのを見ると、立ち上がってユダの家の王の末裔をみな滅ぼした。
10Καὶ Γοθολία ἡ μήτηρ Ὀχοζίου εἶδεν ὅτι τέθνηκεν ὁ υἱὸς αὐτῆς, καὶ ἠγέρθη καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ἰούδα.
11しかし、王の娘エホシャベアテは、アハズヤの子ヨアシュを連れて、殺されようとしている王の子らの中から彼を盗み出し、彼とその乳母を寝室に入れた。こうして、エホラム王の娘であり、祭司エホヤダの妻であるエホシャベアテは(彼女はアハズヤの妹であったため)、彼をアタルヤから隠し、殺されないようにした。
11Καὶ ἔλαβεν Ἰωσαβεὲθ θυγάτηρ τοῦ βασιλέως τὸν Ἰωὰς υἱὸν Ὀχοζίου καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμεῖον τῶν κλινῶν, καὶ ἔκρυψεν αὐτὸν Ἰωσαβεὲθ θυγάτηρ τοῦ βασιλέως Ἰωρὰμ ἀδελφὴ Ὀχοζίου γυνὴ Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου τῆς Γοθολίας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν.
12彼は彼女たちとともに神の家で六年間隠れていた。アタルヤがその地を治めていた。
12Καὶ ἦν μετʼ αὐτοῦ ἐν οἴκῳ τοῦ Θεοῦ κατακεκρυμμένος ἓξ ἔτη, καὶ Γοθολία ἐβασίλευσεν ἐπὶ τῆς γῆς.

Tip: use the ← and → keys to turn chapters.