列王記第一
Chapter 15
Freedom Bible (フリーダム・バイブル)
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Freedom Bible (フリーダム・バイブル)
Septuagint (Brenton Greek text, with Apocrypha)
1ネバテの息子ヤロブアム王の第十八年に、アビヤムはユダを治め始めた。
1Καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, βασιλεύει Ἀβιοὺ υἱὸς Ῥοβοὰμ ἐπὶ Ἰούδαν·
2彼はエルサレムで三年間統治した。彼の母の名はマアカといい、アビシャロムの娘であった。
2Καὶ τρία ἔτη ἐβασίλευσεν ἐπὶ Ἱερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχὰ, θυγάτηρ Ἀβεσσαλώμ.
3彼は父が先に歩んだ罪の道をことごとく歩んだ。彼の心は、父ダビデの心のようには、彼の神、主に対して全きものではなかった。
3Καὶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ αἷς ἐποίησεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, ὡς ἡ καρδία τοῦ πατρὸς αὐτοῦ.
4それでもダビデのゆえに、彼の神、主はエルサレムで彼に一つのともしびを与え、彼の後に息子を立ててエルサレムを堅くされた。
4Ὅτι διὰ Δαυὶδ ἔδωκεν αὐτῷ Κύριος κατάλειμμα, ἵνα στήσῃ τὰ τέκνα αὐτοῦ μετʼ αὐτὸν, καὶ στήσῃ τὴν Ἱερουσαλὴμ·
5ダビデは主の目にかなうことを行い、その生涯のすべての日々において、ヘテ人ウリヤの事のほかは、主が彼に命じられたすべてのことから逸れなかったからである。
5ὡς ἐποίησε Δαυὶδ τὸ εὐθὲς ἐνώπιον Κυρίου, οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὧν ἐνετείλατο αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.
6レハブアムとヤロブアムの間には、彼の生涯のすべての日々において戦いがあった。
no verse 6 in this text
7アビヤムのその他の事績と、彼が行ったすべてのことは、ユダの王たちの年代記の書に記されているではないか。アビヤムとヤロブアムの間には戦いがあった。
7Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀβιοὺ καὶ πάντα ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ πόλεμος ἦν ἀναμέσον Ἀβιοὺ καὶ ἀναμέσον Ἱεροβοάμ.
8アビヤムは父祖たちとともに眠りにつき、彼らは彼をダビデの町に葬った。そしてその息子アサが彼に代わって王となった。
8Καὶ ἐκοιμήθη Ἀβιοὺ μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ εἰκοστῷ καὶ τετάρτῳ ἔτει τοῦ Ἱεροβοὰμ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ· καὶ βασιλεύει Ἀσὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
9イスラエルの王ヤロブアムの第二十年に、アサはユダを治め始めた。
9Ἐν τῷ ἐνιαυτῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ Ἱεροβοὰμ βασιλέως Ἰσραὴλ, βασιλεύει Ἀσὰ ἐπὶ Ἰούδαν·
10彼はエルサレムで四十一年間統治した。彼の母の名はマアカといい、アビシャロムの娘であった。
10Καὶ τεσσαράκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀνὰ, θυγάτηρ Ἀβεσσαλώμ.
11アサは、彼の父ダビデが行ったように、主の目にかなうことを行った。
11Καὶ ἐποίησεν Ἀσὰ τὸ εὐθὲς ἐνώπιον Κυρίου, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
12彼はその地から神殿男娼を取り除き、父祖たちが造ったすべての偶像を取り除いた。
12Καὶ ἀφεῖλε τὰς τελετὰς ἀπὸ τῆς γῆς, καὶ ἐξαπέστειλε πάντα τὰ ἐπιτηδεύματα ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ.
13彼はまた、彼の母マアカがアシェラのために忌むべき像を造ったので、彼女を王母の位から退けた。アサは彼女の像を切り倒し、キデロンの川でそれを焼いた。
13Καὶ τὴν Ἀνὰ τὴν μητέρα ἑαυτοῦ μετέστησε τοῦ μὴ εἶναι ἡγουμένην, καθὼς ἐποίησε σύνοδον ἐν τῷ ἄλσει αὐτῆς· καὶ ἐξέκοψεν Ἀσὰ τὰς καταδύσεις αὐτῆς, καὶ ἐνέπρησε πυρὶ ἐν τῷ χειμάῤῥῳ τῶν Κέδρων.
14しかし高き所は取り除かれなかった。それにもかかわらず、アサの心はその生涯の間、主に対して全きものであった。
14Τὰ δὲ ὑψηλὰ οὐκ ἐξῇρε· πλὴν ἡ καρδία Ἀσὰ ἦν τελεία μετὰ Κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ.
15彼は彼の父が聖別したものと、彼自身が聖別したもの、すなわち銀、金、器を主の家に運び入れた。
15Καὶ εἰσήνεγκε τοὺς κίονας τοῦ πατρὸς αὐτοῦ, καὶ τοὺς κίονας αὐτοῦ εἰσήνεγκεν εἰς τὸν οἶκον Κυρίου ἀργυροῦς καὶ χρυσοῦς, καὶ σκεύη.
16アサとイスラエルの王バシャの間には、彼らの日々のすべてにおいて戦いがあった。
16Καὶ πόλεμος ἦν ἀναμέσον Ἀσὰ καὶ ἀναμέσον Βαασὰ βασιλέως Ἰσραὴλ πάσας τὰς ἡμέρας αὐτῶν.
17イスラエルの王バシャはユダに攻め上り、ユダの王アサのもとへだれも出入りできないよう、ラマを築いた。
17Καὶ ἀνέβη Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησε τὴν Ῥαμὰ, τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα.
18そこでアサは、主の家の宝物庫と王の家の宝物庫に残されていたすべての銀と金を取り、それらを自分のしもべたちの手に委ねた。そしてアサ王は彼らを、ダマスコに住むアラムの王、ヘジオンの息子タブリモンの息子ベン・ハダドに遣わして言った。
18Καὶ ἔλαβεν Ἀσὰ σύμπαν τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοῖς θησαυροῖς οἴκου Κυρίου καὶ ἐν τοῖς θησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἔδωκεν αὐτὰ εἰς χεῖρας παίδων αὐτοῦ· καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ἀσὰ πρὸς υἱὸν Ἄδερ υἱὸν Ταβερεμὰ υἱοῦ Ἀζὶν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ, λέγων,
19「わたしとあなた、わたしの父とあなたの父の間には契約があります。わたしはあなたに銀と金の贈り物をお送りします。行って、イスラエルの王バシャとの契約を破棄してください。彼がわたしから去って行くためです。」
19διάθου διαθήκην ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον σοῦ, καὶ ἀναμέσον τοῦ πατρός μου καὶ τοῦ πατρός σου· ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον· δεῦρο, διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασὰ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται ἀπʼ ἐμοῦ.
20ベン・ハダドはアサ王に聞き従い、自分の軍の長たちをイスラエルの町々に遣わした。彼らはイヨン、ダン、アベル・ベテ・マアカ、およびナフタリの全地とともにキネロテのすべてを打った。
20Καὶ ἤκουσεν υἱὸς Ἄδερ τοῦ βασιλέως Ἀσά, καὶ ἀπέστειλε τοὺς ἄρχοντας τῶν δυνάμεων αὐτοῦ ταῖς πόλεσι τοῦ Ἰσραὴλ, καὶ ἐπάταξαν τὴν Ἀῒν, τὴν Δὰν, καὶ τὴν Ἀβὲλ οἴκου Μααχὰ, καὶ πᾶσαν τὴν Χεννερὲθ, ἕως πάσης τῆς γῆς Νεφθαλί.
21バシャはそれを聞くと、ラマを建てるのをやめて、ティルツァに住んだ。
21Καὶ ἐγένετο ὡς ἤκουσε Βαασὰ, καὶ διέλιπε τοῦ οἰκοδομεῖν τὴν Ῥαμὰ, καὶ ἀνέστρεψεν εἰς Θερσά.
22そこでアサ王は全ユダに布告を出した。免除される者はだれもいなかった。彼らはバシャが建てていたラマの石と木材を運び去り、アサ王はそれらでベニヤミンのゲバとミツパを建てた。
22Καὶ ὁ βασιλεὺς Ἀσὰ παρήγγειλε παντὶ Ἰούδα εἰς ἐνακὶμ, καὶ αἴρουσι τοὺς λίθους τῆς Ῥαμὰ, καὶ τὰ ξύλα αὐτῆς ἃ ᾠκοδόμησε Βαασά· καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ἀσὰ πᾶν βουνὸν Βενιαμὶν καὶ τὴν σκοπιάν.
23アサのその他のすべての事績、その力、行ったすべてのこと、建てた町々は、ユダの王たちの年代記の書に記されている。彼は年老いたとき、足を病んだ。
23Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀσὰ, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ ἣν ἐποίησε, καὶ τὰς πόλεις ἃς ᾠκοδόμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσε τοὺς πόδας αὐτοῦ.
24アサは父祖たちとともに眠りにつき、父ダビデの町に父祖たちとともに葬られた。そしてその息子ヨシャファテが彼に代わって王となった。
24Καὶ ἐκοιμήθη Ἀσὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ πατρὸς αὐτοῦ· καὶ βασιλεύει Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
25ユダの王アサの第二年に、ヤロブアムの息子ナダブがイスラエルを治め始めた。彼は二年間イスラエルを治めた。
25Καὶ Ναβὰτ υἱὸς Ἱεροβοὰμ βασιλεύει ἐπὶ Ἰσραὴλ ἐν ἔτει δευτέρῳ τοῦ Ἀσὰ βασιλέως Ἰούδα, καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἔτη δύο.
26彼は主の目に悪とされることを行い、父の道、すなわち父がイスラエルに犯させた罪の道を歩んだ。
26Καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἐξήμαρτε τὸν Ἰσραήλ.
27イッサカルの家の、アヒヤの息子バシャは彼に対して陰謀を企てた。ナダブと全イスラエルはギベトンを包囲していたので、バシャはペリシテ人に属するギベトンで彼を打った。
27Καὶ περιεκάθισεν αὐτὸν Βαασὰ υἱὸς Ἀχιὰ ἐπὶ τὸν οἶκον Βελαὰν υἱοῦ Ἀχιὰ, καὶ ἐχάραξεν αὐτὸν ἐν Γαβαθὼν τῇ τῶν ἀλλοφύλων· καὶ Ναβὰτ καὶ πᾶς Ἰσραὴλ περιεκάθητο ἐπὶ Γαβαθών.
28ユダの王アサの第三年に、バシャは彼を殺し、彼に代わって王となった。
28Καὶ ἐθανάτωσεν αὐτὸν Βαασὰ ἐν ἔτει τρίτῳ τοῦ Ἀσὰ υἱοῦ Ἀσὰ βασιλέως Ἰούδα, καὶ ἐβασίλευσεν.
29彼が王となるやいなや、彼はヤロブアムの全家を打った。主がそのしもべであるシロ人アヒヤを通して語られた言葉のとおりに、彼はヤロブアムに息のある者を一人も残さず、ついに彼を滅ぼした。
29Καὶ ἐγένετο ὡς ἐβασίλευσε, καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Ἱεροβοὰμ, καὶ οὐχ ὑπελείπετο πᾶσαν πνοὴν τοῦ Ἱεροβοὰμ ἕως τοῦ ἐξολοθρεῦσαι αὐτὸν, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἀχιὰ τοῦ Σηλωνίτου·
30それはヤロブアムが犯した罪と、イスラエルに犯させた罪のためであり、彼がイスラエルの神、主の怒りを引き起こしたためであった。
30περὶ τῶν ἁμαρτιῶν Ἱεροβοὰμ, ὅς ἐξήμαρτε τὸν Ἰσραήλ, καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ ᾧ παρώργισε τὸν Κύριον Θεὸν τοῦ Ἰσραήλ.
31ナダブのその他の事績と、彼が行ったすべてのことは、イスラエルの王たちの年代記の書に記されているではないか。
31Καὶ τὰ λοιπὰ τῶν λόγων Ναβὰτ καὶ πάντα ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;
32アサとイスラエルの王バシャの間には、彼らの日々のすべてにおいて戦いがあった。
no verse 32 in this text
33ユダの王アサの第三年に、アヒヤの息子バシャはティルツァで全イスラエルを治め始め、二十四年間統治した。
33Καὶ ἐν τῷ ἔτει τῷ τρίτῳ τοῦ Ἀσὰ βασιλέως Ἰούδα βασιλεύει Βαασὰ υἱὸς Ἀχιὰ ἐπὶ Ἰσραὴλ ἐν Θερσᾷ εἴκοσι καὶ τέσσαρα ἔτη.
34彼は主の目に悪とされることを行い、ヤロブアムの道、すなわちヤロブアムがイスラエルに犯させた罪の道を歩んだ。
34Καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ὡς ἐξήμαρτε τὸν Ἰσραήλ.

Tip: use the ← and → keys to turn chapters.