コリント人への第一の手紙 3
Freedom Bible (フリーダム・バイブル)Translation
Freedom Bible (フリーダム・バイブル)
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)
1兄弟たち、私はあなたがたに、霊に属する人に対するようには語れず、肉に属する人、キリストにある幼子に対するように語りました。
1Καὶ ἐγώ, ἀδελφοί, οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ᾽ ὡς σαρκικοῖς, ὡς νηπίοις ἐν Χριστῷ.
2私はあなたがたに乳を飲ませ、固い食物は与えませんでした。あなたがたにはまだ受け入れることができなかったからです。実際、今でもまだ受け入れることができません。
2γάλα ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε. ἀλλ᾽ οὔτε ἔτι νῦν δύνασθε· ἔτι γὰρ σαρκικοί ἐστε.
3あなたがたは依然として肉に属しているからです。あなたがたの間にねたみや争いや分派がある以上、肉に属し、ただの人のように歩んでいるのではありませんか。
3ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
4ある人が「私はパウロにつく」と言い、別の人が「私はアポロにつく」と言うなら、あなたがたは肉に属する者ではありませんか。
4ὅταν γὰρ λέγῃ τις, ἐγὼ μέν εἰμι Παύλου, ἕτερος δὲ ἐγὼ Ἀπολλώ, οὐχὶ σαρκικοί ἐστε;
5では、アポロとは何者ですか。パウロとは何者ですか。あなたがたが信じるに至るために仕えた者にすぎず、それぞれが主から与えられた務めを果たしたのです。
5Τίς οὖν ἐστι Παῦλος, τίς δὲ Ἀπολλὼς ἀλλ᾽ ἢ διάκονοι δι᾽ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ Κύριος ἔδωκεν;
6私が植え、アポロが水を注ぎました。しかし、成長させてくださったのは神です。
6ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ᾽ ὁ Θεὸς ηὔξανεν·
7ですから、植える者も水を注ぐ者も取るに足りず、成長させてくださる神こそがすべてです。
7ὥστε οὔτε ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων, ἀλλ᾽ ὁ αὐξάνων Θεός.
8植える者と水を注ぐ者は一つですが、それぞれが自分の働きに応じて報いを受けます。
8ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.
9われわれは神に仕える同労者です。あなたがたは神の畑、神の建物です。
9Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.
10私は、与えられた神の恵みに従い、熟練した建築家のように土台を据え、ほかの人がその上に建てています。しかし、一人ひとり、どのようにその上に建てるか注意しなければなりません。
10Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ·
11すでに据えられている土台、すなわちイエス・キリスト以外に、だれも別の土台を据えることはできないからです。
11θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.
12もしだれかが、その土台の上に、金、銀、宝石、木、草、わらで建てるなら、
12εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,
13一人ひとりの働きは明らかになります。「その日」がそれを明らかにするからです。その日は火の中に現れ、その火が、一人ひとりの働きがどのようなものかを試します。
13ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει.
14その土台の上に建てたものが残れば、その人は報いを受けます。
14εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται·
15もしその人の働きが焼ければ、損失を受けますが、その人自身は救われます。ただし、火をくぐり抜けるようにしてです。
15εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
16あなたがたは神の神殿であり、神の霊があなたがたのうちに住んでいることを知らないのですか。
16Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;
17もしだれかが神の神殿を滅ぼすなら、神がその人を滅ぼされます。神の神殿は聖なるものであり、その神殿とはあなたがたのことだからです。
17εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
18だれも自分を欺いてはなりません。あなたがたのうちに、自分はこの世で知恵ある者だと思う人がいるなら、知恵ある者となるために愚かな者となりなさい。
18Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός.
19この世の知恵は、神の前では愚かだからです。「神は知恵ある者を、その悪賢さによって捕らえる」と書かれています。
19ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν·
20また、「主は知恵ある者の考えがむなしいことを知っておられる」とも書かれています。
20καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι.
21ですから、だれも人を誇ってはなりません。すべてはあなたがたのものです。
21ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,
22パウロも、アポロも、ケファも、世界も、生も、死も、今あるものも、後に来るものも、すべてあなたがたのものです。
22εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν ἐστιν,
23あなたがたはキリストのもの、キリストは神のものです。
23ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ.
Tip: use the ← and → keys to turn chapters.