Ignatius to the Romans
Chapter 6

Ignatius to the Romans

Letters of Ignatius of A…
Compare

Compare with

Aa
Text size
Line width
Verse numbers

Ignatius to the Romans 6

1Οὐδέν μοι ὠφελήσει τὰ πέρατα τοῦ κόσμου οὐδὲ αἱ βασιλεῖαι τοῦ αἰῶνος τούτου. καλόν μοι ἀποθανεῖν εἰς Χριστὸν Ἰησοῦν, ἢ βασιλεύειν τῶν περάτων τῆς γῆς. ἐκεῖνον ζητῶ, τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα: ἐκεῖνον θέλω, τὸν δἰ ἡμᾶς ἀναστάντα. ὁ δὲ τοκετός μοι ἐπίκειται.

2σύγγνωτέ μοι, ἀδελφοί: μὴ ἐμποδίσητέ μοι ζῆσαι, μὴ θελήσητε με ἀποθανεῖν: τὸν τοῦ θεοῦ θέλοντα εἶναι κόσμῳ μὴ χαρίσησθε, μηδὲ ὕλῃ ἐξαπατήσητε: ἄφετέ με καθαρὸν φῶς λαβεῖν: ἐκεῖ παραγενόμενος ἄνθρωπος ἔσομαι.

3ἐπιτρέψατέ μοι μιμητὴν εἶναι τοῦ πάθους τοῦ θεοῦ μου. εἴ τις αὐτὸν ἐν ἑαυτῷ ἔχει, νοησάτω ὃ θέλω, καὶ συμπαθείτω μοι εἰδὼς τὰ συνέχοντά με.

Tip: use the ← and → keys to turn chapters.