יִרְמְיָהוּ 47
Modern Hebrew BibleTranslation
Modern Hebrew Bible
Septuagint (Brenton Greek text, with Apocrypha)
1אשר היה דבר יהוה אל ירמיהו הנביא אל פלשתים בטרם יכה פרעה את עזה׃
1Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν, μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ναβουζαρδὰν τὸν ἀρχιμάγειρον τὸν ἐκ Ῥαμὰ, ἐν τῷ λαβεῖν αὐτὸν ἐν χειροπέδαις, ἐν μέσῳ ἀποικίας Ἰούδα τῶν ἠγμένων εἰς Βαβυλῶνα.
2כה אמר יהוה הנה מים עלים מצפון והיו לנחל שוטף וישטפו ארץ ומלואה עיר וישבי בה וזעקו האדם והילל כל יושב הארץ׃
2Καὶ ἔλαβεν αὐτὸν ὁ ἀρχιμάγειρος, καὶ εἶπεν αὐτῷ, Κύριος ὁ Θεός σου ἐλάλησε τὰ κακὰ ταῦτα ἐπὶ τὸν τόπον τοῦτον·
3מקול שעטת פרסות אביריו מרעש לרכבו המון גלגליו לא הפנו אבות אל בנים מרפיון ידים׃
3Καὶ ἐποίησε Κύριος, ὅτι ἡμάρτετε αὐτῷ, καὶ οὐκ ἠκούσατε τῆς φωνῆς αὐτοῦ.
4על היום הבא לשדוד את כל פלשתים להכרית לצר ולצידון כל שריד עזר כי שדד יהוה את פלשתים שארית אי כפתור׃
4Ἰδοὺ ἔλυσά σε ἀπὸ τῶν χειροπέδων τῶν ἐπὶ τὰς χεῖράς σου· εἰ καλὸν ἐναντίον σου ἐλθεῖν μετʼ ἐμοῦ εἰς Βαβυλῶνα, καὶ θήσω τοὺς ὀφθαλμούς μου ἐπὶ σέ.
5באה קרחה אל עזה נדמתה אשקלון שארית עמקם עד מתי תתגודדי׃
5Εἰ δὲ μὴ, ἀπότρεχε, ἀνάστρεψον πρὸς τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ, υἱοῦ Σαφὰν, ὃν κατέστησε βασιλεὺς Βαβυλῶνος ἐν γῇ Ἰούδα, καὶ οἴκησον μετʼ αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ ἐν γῇ Ἰούδα, εἰς ἅπαντα τὰ ἀγαθὰ ἐν ὀφθαλμοῖς σου τοῦ πορευθῆναι ἐκεῖ, καὶ πορεύου· καὶ ἔδωκεν αὐτῷ ὁ ἀρχιμάγειρος δῶρα, καὶ ἀπέστειλεν αὐτόν.
6הוי חרב ליהוה עד אנה לא תשקטי האספי אל תערך הרגעי ודמי׃
6Καὶ ἦλθε πρὸς Γοδολίαν εἰς Μασσηφὰ, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ αὐτοῦ, τοῦ καταλειφθέντος ἐν τῇ γῇ.
7איך תשקטי ויהוה צוה לה אל אשקלון ואל חוף הים שם יעדה׃
7Καὶ ἤκουσαν πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως τῆς ἐν ἀγρῷ, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησε βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν ἐν τῇ γῇ, καὶ παρακατέθεντο αὐτῷ ἄνδρας καὶ γυναῖκας αὐτῶν, οὓς οὐ κατῴκισεν εἰς Βαβυλῶνα.
no verse 8 in this text
8Καὶ ἦλθε πρὸς Γοδολίαν εἰς Μασσηφὰ Ἰσραὴλ υἱὸς Ναθανίου, καὶ Ἰωάναν υἱὸς Κάρηε, καὶ Σαραίας υἱὸς Θαναεμὲθ, καὶ υἱοὶ Ἰωφὲ τοῦ Νετωφαθὶ, καὶ Ἐζονίας υἱὸς τοῦ Μωχαθὶ, αὐτοὶ, καὶ οἱ ἄνδρες αὐτῶν.
no verse 9 in this text
9Καὶ ὤμοσεν αὐτοῖς Γοδολίας, καὶ τοῖς ἀνδράσιν αὐτῶν, λέγων, μὴ φοβηθῆτε ἀπὸ προσώπου τῶν παίδων τῶν Χαλδαίων· κατοικήσατε ἐν τῇ γῇ, καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ βέλτιον ἔσται ὑμῖν.
no verse 10 in this text
10Καὶ ἰδοὺ ἐγὼ κάθημαι ἐναντίον ὑμῶν εἰς Μασσηφὰ, στῆναι κατὰ πρόσωπον τῶν Χαλδαίων, οἳ ἂν ἔλθωσιν ἐφʼ ὑμᾶς· καὶ ὑμεῖς συνάγετε οἶνον καὶ ὀπώραν καὶ ἔλαιον, καὶ βάλετε εἰς τὰ ἀγγεῖα ὑμῶν, καὶ οἰκήσατε ἐν ταῖς πόλεσιν αἷς κατεκρατήσατε.
no verse 11 in this text
11Καὶ πάντες οἱ Ἰουδαῖοι οἱ ἐν Μωὰβ, καὶ ἐν υἱοῖς Ἀμμὼν, καὶ οἱ ἐν τῇ Ἰδουμαίᾳ, καὶ οἱ ἐν πάσῃ τῇ γῇ, ἤκουσαν ὅτι ἔδωκε βασιλεὺς Βαβυλῶνος κατάλειμμα τῷ Ἰούδᾳ, καὶ ὅτι κατέστησεν ἐπʼ αὐτοὺς τὸν Γοδολίαν υἱὸν Ἀχεικάμ.
no verse 12 in this text
12Καὶ ἦλθον πρὸς Γοδολίαν εἰς γῆν Ἰούδα εἰς Μασσηφὰ, καὶ συνήγαγον οἶνον, καὶ ὀπώραν πολλὴν σφόδρα, καὶ ἔλαιον.
no verse 13 in this text
13Καὶ Ἰωάναν υἱὸς Κάρηε, καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως, οἱ ἐν τοῖς ἀγροῖς, ἦλθον πρὸς τὸν Γοδολίαν εἰς Μασσηφὰ,
no verse 14 in this text
14καὶ εἶπον αὐτῷ, εἰ γνώσει γινώσκεις, ὅτι Βελεισσὰ βασιλεὺς υἱὸς Ἀμμὼν ἀπέστειλε πρὸς σὲ τὸν Ἰσμαὴλ πατάξαι σου ψυχήν; καὶ οὐκ ἐπίστευσεν αὐτοῖς Γοδολίας.
no verse 15 in this text
15Καὶ εἶπεν Ἰωάναν τῷ Γοδολίᾳ κρυφαίως ἐν Μασσηφᾷ, πορεύσομαι δὴ καὶ πατάξω τὸν Ἰσμαὴλ, καὶ μηδεὶς γνώτω, μὴ πατάξῃ σου ψυχὴν, καὶ διασπαρῇ πᾶς Ἰούδα οἱ συνηγμένοι πρὸς σὲ, καὶ ἀπολοῦνται οἱ κατάλοιποι Ἰούδα.
no verse 16 in this text
16Καὶ εἶπε Γοδολίας πρὸς Ἰωάναν, Μῆ ποιήσῃς τὸ πρᾶγμα, ὅτι ψευδῆ σὺ λέγεις ὑπὲρ Ἰσμαήλ.
Tip: use the ← and → keys to turn chapters.