ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Douay-Rheims Bible, American Edition (1899)
1Τῷ ἀγγέλῳ τῆς Ἐφεσίνης ἐκκλησίας γράψον, Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·
1Unto the angel of the church of Ephesus write: These things saith he, who holdeth the seven stars in his right hand, who walketh in the midst of the seven golden candlesticks:
2Οἶδα τὰ ἔργα σου, καὶ τὸν κόπον σου, καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπειράσω τοὺς φάσκοντας εἶναι ἀποστόλους καὶ οὐκ εἰσί, καὶ εὗρες αὐτοὺς ψευδεῖς,
2I know thy works, and thy labour, and thy patience, and how thou canst not bear them that are evil, and thou hast tried them, who say they are apostles, and are not, and hast found them liars:
3καὶ ἐβάστασας καὶ ὑπομονὴν ἔχεις, καὶ διὰ τὸ ὄνομά μου κεκοπίακας καὶ οὐ κέκμηκας.
3And thou hast patience, and hast endured for my name, and hast not fainted.
4Ἀλλ᾿ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας.
4But I have somewhat against thee, because thou hast left thy first charity.
5Μνημόνευε οὖν πόθεν ἐκπέπτωκας, καὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.
5Be mindful therefore from whence thou art fallen: and do penance, and do the first works. Or else I come to thee, and will move thy candlestick out of its place, except thou do penance.
6Ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ.
6But this thou hast, that thou hatest the deeds of the Nicolaites, which I also hate.
7Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου τοῦ Θεοῦ.
7He, that hath an ear, let him hear what the Spirit saith to the churches: To him, that overcometh, I will give to eat of the tree of life, which is in the paradise of my God.
8Καὶ τῷ ἀγγέλῳ τῆς ἐκκλησίας Σμυρναίων γράψον, Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
8And to the angel of the church of Smyrna write: These things saith the First and the Last, who was dead, and is alive:
9Οἶδά σου τὰ ἔργα καὶ τὴν θλίψιν καὶ τὴν πτωχείαν, πλούσιος δὲ εἶ· καὶ τὴν βλασφημίαν τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ.
9I know thy tribulation and thy poverty, but thou art rich: and thou art blasphemed by them that say they are Jews and are not, but are the synagogue of Satan.
10Μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν· ἰδού, μέλλει βαλεῖν ἐξ ὑμῶν ὁ διάβολος εἰς φυλακήν, ἵνα πειρασθῆτε· καὶ ἕξετε θλίψιν ἡμερῶν δέκα. Γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
10Fear none of those things which thou shalt suffer. Behold, the devil will cast some of you into prison that you may be tried: and you shall have tribulation ten days. Be thou faithful until death: and I will give thee the crown of life.
11Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
11He, that hath an ear, let him hear what the Spirit saith to the churches: He that shall overcome, shall not be hurt by the second death.
12Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·
12And to the angel of the church of Pergamus write: These things, saith he, that hath the sharp two edged sword:
13Οἶδα τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις ἐν αἷς Ἀντίπας ὁ μάρτυς μου, ὁ πιστός, ὃς ἀπεκτάνθη παρ᾿ ὑμῖν, ὅπου κατοικεῖ ὁ Σατανᾶς.
13I know where thou dwellest, where the seat of Satan is: and thou holdest fast my name, and hast not denied my faith. Even in those days when Antipas was my faithful witness, who was slain among you, where Satan dwelleth.
14Ἀλλ᾿ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδασκε τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι.
14But I have against thee a few things: because thou hast there them that hold the doctrine of Balaam, who taught Balac to cast a stumblingblock before the children of Israel, to eat, and to commit fornication:
15Οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν· ὃ μισῶ.
15So hast thou also them that hold the doctrine of the Nicolaites.
16Μετανόησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ᾿ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.
16In like manner do penance: if not, I will come to thee quickly, and will fight against them with the sword of my mouth.
17Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἀπὸ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς ἔγνω εἰ μὴ ὁ λαμβάνων.
17He, that hath an ear, let him hear what the Spirit saith to the churches: To him that overcometh, I will give the hidden manna, and will give him a white counter, and in the counter, a new name written, which no man knoweth, but he that receiveth it.
18Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον, Τάδε λέγει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
18And to the angel of the church of Thyatira write: These things saith the Son of God, who hath his eyes like to a flame of fire, and his feet like to fine brass.
19Οἶδά σου τὰ ἔργα, καὶ τὴν ἀγάπην καὶ τὴν διακονίαν καὶ τὴν πίστιν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου, καὶ τὰ ἔσχατα πλείονα τῶν πρώτων.
19I know thy works, and thy faith, and thy charity, and thy ministry, and thy patience, and thy last works which are more than the former.
20Ἀλλ᾿ ἔχω κατὰ σοῦ ὀλίγα ὅτι ἐᾷς τὴν γυναῖκα Ἰεζαβήλ, τὴν λέγουσαν ἑαυτὴν προφῆτιν, διδάσκειν καὶ πλανᾶσθαι ἐμοὺς δούλους πορνεῦσαι καὶ εἰδωλόθυτα φαγεῖν.
20But I have against thee a few things: because thou sufferest the woman Jezabel, who calleth herself a prophetess, to teach, and to seduce my servants, to commit fornication, and to eat of things sacrificed to idols.
21Καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ ἐκ τῆς πορνείας αὐτῆς, καὶ οὐ μετενόησεν.
21And I gave her a time that she might do penance, and she will not repent of her fornication.
22Ἰδού, ἐγὼ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ᾿ αὐτῆς εἰς θλίψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῶν.
22Behold, I will cast her into a bed: and they that commit adultery with her shall be in very great tribulation, except they do penance from their deeds.
23Καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας· καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.
23And I will kill her children with death, and all the churches shall know that I am he that searcheth the reins and hearts, and I will give to every one of you according to your works. But to you I say,
24Ὑμῖν δὲ λέγω καὶ λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην, καὶ οἵτινες οὐκ ἔγνωσαν τὰ βάθη τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ βαλῶ ἐφ᾿ ὑμᾶς ἄλλο βάρος.
24And to the rest who are at Thyatira: Whosoever have not this doctrine, and who have not known the depths of Satan, as they say, I will not put upon you any other burthen.
25Πλὴν ὃ ἔχετε κρατήσατε, ἄχρις οὗ ἂν ἥξω.
25Yet that, which you have, hold fast till I come.
26Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν·
26And he that shall overcome, and keep my works unto the end, I will give him power over the nations.
27καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς τὰ σκεύη τὰ κεραμικά, συντρίβεται· ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου·
27And he shall rule them with a rod of iron, and as the vessel of a potter they shall be broken,
28καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.
28As I also have received of my Father: and I will give him the morning star.
29Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
29He that hath an ear, let him hear what the Spirit saith to the churches.
Tip: use the ← and → keys to turn chapters.