ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 6
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Old Persian Version (ترجمه قدیم)
1Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.
1«زنهار عدالت خود را پیش مردم بهجامیاورید تا شما را ببینند و الا نزد پدر خودکه در آسمان است، اجری ندارید.
2Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων· ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
2پس چون صدقه دهی، پیش خود کرنا منواز چنانکه ریاکاران در کنایس و بازارها میکنند، تا نزد مردم اکرام یابند. هرآینه به شما میگویم اجر خود رایافتهاند.
3Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου,
3بلکه تو چون صدقه دهی، دست چپ تو از آنچه دست راستت میکند مطلع نشود،
4ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ αὐτὸς ἀποδώσει σοι ἐν τῷ φανερῷ.
4تاصدقه تو در نهان باشد و پدر نهان بین تو، تو راآشکارا اجر خواهد داد.
5Καὶ ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὥσπερ οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ἂν φανῶσι τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
5«و چون عبادت کنی، مانند ریاکاران مباش زیرا خوش دارند که در کنایس و گوشه های کوچهها ایستاده، نماز گذارند تا مردم ایشان راببینند. هرآینه به شما میگویم اجر خود راتحصیل نمودهاند.
6Σὺ δέ, ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ.
6لیکن تو چون عبادت کنی، به حجره خود داخل شو و در را بسته، پدر خود راکه در نهان است عبادت نما؛ و پدر نهان بین تو، تو را آشکارا جزا خواهد داد.
7Προσευχόμενοι δὲ μὴ βαττολογήσητε, ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται.
7و چون عبادت کنید، مانند امتها تکرار باطل مکنید زیرا ایشان گمان میبرند که بهسبب زیاد گفتن مستجاب میشوند.
8Μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε, πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.
8پس مثل ایشان مباشید زیرا که پدر شماحاجات شما را میداند پیش از آنکه از او سوال کنید.
9Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου.
9«پس شما به اینطور دعا کنید: “ای پدر ما که در آسمانی، نام تو مقدس باد.
10Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
10ملکوت تو بیاید. اراده تو چنانکه در آسمان است، بر زمین نیز کرده شود.
11Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον.
11نان کفاف ما را امروز به ما بده.
12Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν.
12و قرض های ما را ببخش چنانکه ما نیزقرضداران خود را میبخشیم.
13Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
13و ما را در آزمایش میاور، بلکه از شریر ما رارهایی ده.
14Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος·
14«زیرا هرگاه تقصیرات مردم را بدیشان بیامرزید، پدر آسمانی شما، شما را نیز خواهدآمرزید.
15ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.
15اما اگر تقصیرهای مردم را نیامرزید، پدر شما هم تقصیرهای شما را نخواهد آمرزید.
16Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν, ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν.
16«اما چون روزهدارید، مانند ریاکاران ترشرو مباشید زیرا که صورت خویش را تغییرمی دهند تا در نظر مردم روزهدار نمایند. هرآینه به شما میگویم اجر خود را یافتهاند.
17Σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλήν, καὶ τὸ πρόσωπόν σου νίψαι,
17لیکن توچون روزهداری، سر خود را تدهین کن و روی خود را بشوی
18ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ.
18تا در نظر مردم روزهدار ننمایی، بلکه در حضور پدرت که در نهان است؛ و پدر نهان بین تو، تو را آشکارا جزا خواهد داد.
19Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι·
19«گنجها برای خود بر زمین نیندوزید، جایی که بید و زنگ زیان میرساند و جایی که دزدان نقب میزنند و دزدی مینمایند.
20θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν.
20بلکه گنجهابجهت خود در آسمان بیندوزید، جایی که بید وزنگ زیان نمی رساند و جایی که دزدان نقب نمی زنند و دزدی نمی کنند.
21Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.
21زیرا هرجا گنج تواست دل تو نیز در آنجا خواهد بود.
22Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται·
22«چراغ بدن چشم است؛ پس هرگاه چشمت بسیط باشد تمام بدنت روشن بود؛
23ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον;
23امااگر چشم تو فاسد است، تمام جسدت تاریک میباشد. پس اگر نوری که در تو است ظلمت باشد، چه ظلمت عظیمی است!
24Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμμωνᾷ.
24«هیچکس دو آقا را خدمت نمی تواند کرد، زیرا یا از یکی نفرت دارد و با دیگری محبت، و یابه یکی میچسبد و دیگر را حقیر میشمارد. محال است که خدا و ممونا را خدمت کنید.
25Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τί φάγητε καὶ τί πίητε· μηδὲ τῷ σώματι ὑμῶν, τί ἐνδύσησθε. Οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
25«بنابراین به شما میگویم، از بهر جان خوداندیشه مکنید که چه خورید یا چه آشامید و نه برای بدن خود که چه بپوشید. آیا جان، از خوراک و بدن از پوشاک بهتر نیست؟
26Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν, οὐδὲ θερίζουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;
26مرغان هوا را نظرکنید که نه میکارند و نه میدروند و نه در انبارهاذخیره میکنند و پدر آسمانی شما آنها رامی پروراند. آیا شما از آنها بمراتب بهتر نیستید؟
27Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
27و کیست از شما که به تفکر بتواند ذراعی برقامت خود افزاید؟
28Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει· οὐ κοπιᾷ, οὐδὲ νήθει·
28و برای لباس چرا می اندیشید؟ در سوسنهای چمن تامل کنید، چگونه نمو میکنند! نه محنت میکشند و نه میریسند!
29λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
29لیکن به شما میگویم سلیمان هم باهمه جلال خود چون یکی از آنها آراسته نشد.
30Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
30پس اگر خدا علف صحرا را که امروز هست وفردا در تنور افکنده میشود چنین بپوشاند، ای کمایمانان آیا نه شما را از طریق اولی؟
31Μὴ οὖν μεριμνήσητε, λέγοντες, Τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα;
31پس اندیشه مکنید و مگویید چه بخوریم یا چه بنوشیم یا چه بپوشیم.
32Πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων.
32زیرا که در طلب جمیع این چیزها امتها میباشند. اما پدر آسمانی شمامی داند که بدین همهچیز احتیاج دارید.
33Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
33لیکن اول ملکوت خدا و عدالت او را بطلبید که این همه برای شما مزید خواهد شد.
34Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς. Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.
34پس در اندیشه فردا مباشید زیرا فردا اندیشه خود را خواهد کرد. بدی امروز برای امروز کافی است.
Tip: use the ← and → keys to turn chapters.