ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18
Greek New Testament: Textus ReceptusOriginal language
Greek New Testament: Textus Receptus
Old Persian Version (ترجمه قدیم)
1Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες, Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν;
1در همان ساعت، شاگردان نزد عیسی آمده، گفتند: «چه کس در ملکوت آسمان بزرگتر است؟»
2Καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν,
2آنگاه عیسی طفلی طلب نموده، در میان ایشان برپا داشت
3καὶ εἶπεν, Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
3و گفت: «هرآینه به شما میگویم تا بازگشت نکنید و مثل طفل کوچک نشوید، هرگز داخل ملکوت آسمان نخواهید شد.
4Ὅστις οὖν ταπεινώσῃ ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
4پس هرکه مثل این بچه کوچک خود را فروتن سازد، همان در ملکوت آسمان بزرگتر است.
5Καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται·
5و کسیکه چنین طفلی را به اسم من قبول کند، مرا پذیرفته است.
6ὃς δ᾿ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
6و هرکه یکی ازاین صغار را که به من ایمان دارند، لغزش دهد او رابهتر میبود که سنگ آسیایی بر گردنش آویخته، در قعر دریا غرق میشد!
7Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾿ οὗ τὸ σκάνδαλον ἔρχεται.
7وای بر این جهان بهسبب لغزشها؛ زیرا که لابد است از وقوع لغزشها، لیکن وای بر کسیکه سبب لغزش باشد.
8Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον αὐτὰ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ κυλλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον.
8پس اگر دستت یا پایت تو رابلغزاند، آن را قطع کرده، از خود دور انداز زیرا تورا بهتر است که لنگ یا شل داخل حیات شوی ازآنکه با دو دست یا دو پا در نار جاودانی افکنده شوی.
9Καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶ μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
9و اگر چشمت تو را لغزش دهد، آن را قلع کرده، از خود دور انداز زیرا تو را بهتر است بایک چشم وارد حیات شوی، از اینکه با دو چشم در آتش جهنم افکنده شوی.
10Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
10زنهار یکی از این صغار را حقیر مشمارید، زیرا شما را میگویم که ملائکه ایشان دائم درآسمان روی پدر مرا که در آسمان است میبینند.
11Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός.
11زیرا که پسر انسان آمده است تا گم شده رانجاتبخشد.
12Τί ὑμῖν δοκεῖ; Ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν· οὐχὶ ἀφεὶς τὰ ἐννενηκονταεννέα, ἐπὶ τὰ ὄρη πορευθεὶς ζητεῖ τὸ πλανώμενον;
12شما چه گمان میبرید، اگرکسی را صد گوسفند باشد و یکی از آنها گم شود، آیا آن نود و نه را به کوهسار نمی گذارد و به جستجوی آن گم شده نمی رود؟
13Καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾿ αὐτῷ μᾶλλον, ἢ ἐπὶ τοῖς ἐννενηκονταεννέα τοῖς μὴ πεπλανημένοις.
13و اگر اتفاق آن را دریابد، هرآینه به شما میگویم بر آن یکی بیشتر شادی میکند از آن نود و نه که گم نشدهاند.
14Οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων.
14همچنین اراده پدر شما که در آسمان است این نیست که یکی از این کوچکان هلاک گردد.
15Ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου·
15«و اگر برادرت به تو گناه کرده باشد، برو واو را میان خود و او در خلوت الزام کن. هرگاه سخن تو را گوش گرفت، برادر خود را دریافتی؛
16ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα·
16و اگر نشنود، یک یا دو نفر دیگر با خود بردار تااز زبان دو یا سه شاهد، هر سخنی ثابت شود.
17ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.
17واگر سخن ایشان را رد کند، به کلیسا بگو. و اگرکلیسا را قبول نکند، در نزد تو مثل خارجی یاباجگیر باشد.
18Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.
18هرآینه به شما میگویم آنچه برزمین بندید، در آسمان بسته شده باشد و آنچه برزمین گشایید، در آسمان گشوده شده باشد.
19Πάλιν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
19باز به شما میگویم هر گاه دو نفر از شما در زمین درباره هرچه که بخواهند متفق شوند، هرآینه ازجانب پدر من که در آسمان است برای ایشان کرده خواهد شد.
20Οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν.
20زیرا جایی که دو یا سه نفر به اسم من جمع شوند، آنجا درمیان ایشان حاضرم.»
21Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε, Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; Ἕως ἑπτάκις;
21آنگاه پطرس نزد او آمده، گفت: «خداوندا، چند مرتبه برادرم به من خطا ورزد، میباید او راآمرزید؟ آیا تا هفت مرتبه؟»
22Λέγει αὐτῷ ὁ Ἰησοῦς, Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ᾿ ἕως ἑβδομηκοντάκις ἑπτά.
22عیسی بدو گفت: «تو را نمی گویم تا هفت مرتبه، بلکه تا هفتاد هفت مرتبه!
23Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.
23از آنجهت ملکوت آسمان پادشاهی راماند که با غلامان خود اراده محاسبه داشت.
24Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων.
24وچون شروع به حساب نمود، شخصی را نزد اوآوردند که ده هزار قنطار به او بدهکار بود.
25Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος αὐτοῦ πραθῆναι, καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι.
25وچون چیزی نداشت که ادا نماید، آقایش امر کردکه او را با زن و فرزندان و تمام مایملک اوفروخته، طلب را وصول کنند.
26Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ, λέγων, Κύριε, μακροθύμησον ἐπ᾿ ἐμοί, καὶ πάντα σοι ἀποδώσω.
26پس آن غلام روبه زمین نهاده او را پرستش نمود و گفت: “ای آقامرا مهلت ده تا همه را به تو ادا کنم.”
27Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ.
27آنگاه آقای آن غلام بر وی ترحم نموده، او را رها کرد وقرض او را بخشید.
28Ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγε, λέγων, Ἀπόδος μοι ὅ τι ὀφείλεις.
28لیکن چون آن غلام بیرون رفت، یکی از همقطاران خود را یافت که از او صددینار طلب داشت. او را بگرفت و گلویش رافشرده، گفت: “طلب مرا ادا کن!”
29Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ παρεκάλει αὐτόν, λέγων, Μακροθύμησον ἐπ᾿ ἐμοί, καὶ πάντα ἀποδώσω σοι.
29پس آن همقطار بر پایهای او افتاده، التماس نموده، گفت: “مرا مهلت ده تا همه را به تو رد کنم.”
30Ὁ δὲ οὐκ ἤθελεν, ἀλλ᾿ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακήν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον.
30اما اوقبول نکرد بلکه رفته، او را در زندان انداخت تاقرض را ادا کند.
31Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα· καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ αὐτῶν πάντα τὰ γενόμενα.
31چون همقطاران وی این وقایع را دیدند، بسیار غمگین شده، رفتند و آنچه شده بود به آقای خود بازگفتند.
32Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ, Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με·
32آنگاه مولایش او راطلبیده، گفت: “ای غلام شریر، آیا تمام آن قرض را محض خواهش تو به تو نبخشیدم؟
33οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα;
33پس آیاتو را نیز لازم نبود که بر همقطار خود رحم کنی چنانکه من بر تو رحم کردم؟”
34Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ.
34پس مولای او درغضب شده، او را به جلادان سپرد تا تمام قرض رابدهد.
35Οὕτω καὶ ὁ πατήρ μου ὁ ἐπουράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.
35به همینطور پدر آسمانی من نیز با شماعمل خواهد نمود، اگر هر یکی از شما برادر خودرا از دل نبخشد.»
Tip: use the ← and → keys to turn chapters.