ΑΠΟΚΑΛΥΨΙΣ 6
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)
1και ειδον οτι ηνοιξεν το αρνιον μιαν εκ των επτα σφραγιδων και ηκουσα ενοσ εκ των τεσσαρων ζωων λεγοντοσ ωσ φωνη βροντησ ερχου και ιδε
1Καὶ εἶδον ὅτι ἤνοιξε τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων· καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος, ὡς φωνὴ βροντῆς· ἔρχου.
2και ιδου ιπποσ λευκοσ και ο καθημενοσ επ αυτον εχων τοξον και εδοθη αυτω στεφανοσ και εξηλθεν νικων και ινα νικηση
2καὶ εἶδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτὸν ἔχων τόξον· καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθε νικῶν καὶ ἵνα νικήσῃ.
3και οτε ηνοιξεν την δευτεραν σφραγιδα ηκουσα του δευτερου ζωου λεγοντοσ ερχου
3Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· ἔρχου.
4και εξηλθεν αλλοσ ιπποσ πυροσ και τω καθημενω επ αυτον εδοθη αυτω λαβειν την ειρηνην εκ τησ γησ ινα αλληλουσ σφαξωσιν και εδοθη αυτω μαχαιρα μεγαλη
4καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ καθημένῳ ἐπ᾽ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς καὶ ἵνα ἀλλήλους σφάξωσι, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
5και οτε ηνοιξεν την σφραγιδα την τριτην ηκουσα του τριτου ζωου λεγοντοσ ερχου και ιδε και ιδου ιπποσ μελασ και ο καθημενοσ επ αυτον εχων ζυγον εν τη χειρι αυτου
5Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος· ἔρχου. καὶ εἶδον, καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ·
6και ηκουσα φωνην εν μεσω των τεσσαρων ζωων λεγουσαν χοινιξ σιτου δηναριου και τρεισ χοινικεσ κριθησ δηναριου και το ελαιον και τον οινον μη αδικησησ
6καὶ ἤκουσα [ὡς] φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν· χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῆς δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
7και οτε ηνοιξεν την σφραγιδα την τεταρτην ηκουσα του τεταρτου ζωου λεγοντοσ ερχου και ιδε
7Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα [φωνὴν] τοῦ τετάρτου ζῴου λέγοντος· ἔρχου.
8και ιδου ιπποσ χλωροσ και ο καθημενοσ επανω αυτου ονομα αυτω ο θανατοσ και ο αδησ ηκολουθει αυτω και εδοθη αυτω εξουσια επι το τεταρτον τησ γησ αποκτειναι εν ρομφαια και εν λιμω και εν θανατω και υπο των θηριων τησ γησ
8καὶ εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ ὁ θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει μετ᾽ αὐτοῦ· καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.
9και οτε ηνοιξεν την πεμπτην σφραγιδα ειδον υποκατω του θυσιαστηριου τασ ψυχασ των εσφαγμενων δια τον λογον του θεου και δια την μαρτυριαν του αρνιου ην ειχον
9Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν μαρτυρίαν τοῦ ἀρνίου ἣν εἶχον·
10και εκραξαν φωνη μεγαλη λεγοντεσ εωσ ποτε ο δεσποτησ ο αγιοσ και αληθινοσ ου κρινεισ και εκδικεισ το αιμα ημων εκ των κατοικουντων επι τησ γησ
10καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες· ἕως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ὁ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς;
11και εδοθη αυτοισ εκαστω στολη λευκη και ερρεθη αυτοισ ινα αναπαυσωνται ετι χρονον εωσ πληρωσωσιν και οι συνδουλοι αυτων και οι αδελφοι αυτων και οι μελλοντεσ αποκτενεσθαι ωσ και αυτοι
11καὶ ἐδόθη αὐτοῖς [ἑκάστῳ] στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσωνται ἔτι χρόνον [μικρόν], ἕως πληρώσωσι καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν οἱ μέλλοντες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.
12και ειδον οτε ηνοιξεν την σφραγιδα την εκτην και σεισμοσ μεγασ εγενετο και ο ηλιοσ μελασ εγενετο ωσ σακκοσ τριχινοσ και η σεληνη ολη εγενετο ωσ αιμα
12Καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος μέλας ἐγένετο ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα,
13και οι αστερεσ του ουρανου επεσον εισ την γην ωσ συκη βαλουσα τουσ ολυνθουσ αυτησ υπο ανεμου μεγαλου σειομενη
13καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, ὡς συκῆ βάλλουσα τοὺς ὀλύνθους αὐτῆς, ὑπὸ ἀνέμου μεγάλου σειομένη,
14και ο ουρανοσ απεχωρισθη ωσ βιβλιον ελισσομενον και παν οροσ και νησοσ εκ των τοπων αυτων εκινηθησαν
14καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν·
15και οι βασιλεισ τησ γησ και οι μεγιστανεσ και οι χιλιαρχοι και οι πλουσιοι και οι ισχυροι και πασ δουλοσ και ελευθεροσ εκρυψαν εαυτουσ εισ τα σπηλαια και εισ τασ πετρασ των ορεων
15καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων,
16και λεγουσιν τοισ ορεσιν και ταισ πετραισ πεσετε εφ ημασ και κρυψατε ημασ απο προσωπου του καθημενου επι του θρονου και απο τησ οργησ του αρνιου
16καὶ λέγουσι τοῖς ὄρεσι καὶ ταῖς πέτραις· πέσατε ἐφ᾽ ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου,
17οτι ηλθεν η ημερα η μεγαλη τησ οργησ αυτου και τισ δυναται σταθηναι
17ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ, καὶ τίς δύναται σταθῆναι;
Tip: use the ← and → keys to turn chapters.