ΑΠΟΚΑΛΥΨΙΣ 5
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)
1και ειδον επι την δεξιαν του καθημενου επι του θρονου βιβλιον γεγραμμενον εσωθεν και εξωθεν κατεσφραγισμενον σφραγισιν επτα
1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
2και ειδον αγγελον ισχυρον κηρυσσοντα εν φωνη μεγαλη τισ αξιοσ εστιν ανοιξαι το βιβλιον και λυσαι τασ σφραγιδασ αυτου
2καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλη· τίς ἄξιός ἐστιν ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
3και ουδεισ εδυνατο εν τω ουρανω ανω ουτε επι τησ γησ ουτε υποκατω τησ γησ ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο
3καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὔτε ἐπὶ τῆς γῆς οὔτε ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
4και εγω εκλαιον πολυ οτι ουδεισ αξιοσ ευρεθη ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο
4καὶ ἐγὼ ἔκλαιον πολύ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
5και εισ εκ των πρεσβυτερων λεγει μοι μη κλαιε ιδου ενικησεν ο λεων ο εκ τησ φυλησ ιουδα η ριζα δαυιδ ο ανοιγων το βιβλιον και τασ επτα σφραγιδασ αυτου
5καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε. ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυΐδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
6και ειδον εν μεσω του θρονου και των τεσσαρων ζωων και εν μεσω των πρεσβυτερων αρνιον εστηκοσ ωσ εσφαγμενον εχον κερατα επτα και οφθαλμουσ επτα α εισιν τα επτα πνευματα του θεου αποστελλομενα εισ πασαν την γην
6Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἅ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ ἀποστελλόμενα εἰς πᾶσαν τὴν γῆν.
7και ηλθεν και ειληφεν εκ τησ δεξιασ του καθημενου επι του θρονου
7καὶ ἦλθε καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.
8και οτε ελαβεν το βιβλιον τα τεσσαρα ζωα και οι εικοσι τεσσαρεσ πρεσβυτεροι επεσον ενωπιον του αρνιου εχοντεσ εκαστοσ κιθαραν και φιαλασ χρυσασ γεμουσασ θυμιαματων αι εισιν προσευχαι των αγιων
8καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων·
9και αδουσιν ωδην καινην λεγοντεσ αξιοσ ει λαβειν το βιβλιον και ανοιξαι τασ σφραγιδασ αυτου οτι εσφαγησ και ηγορασασ τω θεω ημασ εν τω αιματι σου εκ πασησ φυλησ και γλωσσησ και λαου και εθνουσ
9καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
10και εποιησασ αυτουσ τω θεω ημων βασιλεισ και ιερεισ και βασιλευσουσιν επι τησ γησ
10καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς.
11και ειδον και ηκουσα ωσ φωνην αγγελων πολλων κυκλω του θρονου και των ζωων και των πρεσβυτερων και ην ο αριθμοσ αυτων μυριαδεσ μυριαδων και χιλιαδεσ χιλιαδων
11καὶ εἶδον καὶ ἤκουσα [ὡς] φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,
12λεγοντεσ φωνη μεγαλη αξιον εστιν το αρνιον το εσφαγμενον λαβειν την δυναμιν και τον πλουτον και σοφιαν και ισχυν και τιμην και δοξαν και ευλογιαν
12λέγοντες φωνῇ μεγάλῃ· ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ [τὸν] πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
13και παν κτισμα ο εν τω ουρανω και επι τησ γησ και υποκατω τησ γησ και επι τησ θαλασσησ εστιν και τα εν αυτοισ παντασ ηκουσα λεγοντασ τω καθημενω επι του θρονου και τω αρνιω η ευλογια και η τιμη και η δοξα και το κρατοσ εισ τουσ αιωνασ των αιωνων αμην
13καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης ἐστί, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας· τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
14και τα τεσσαρα ζωα λεγοντα το αμην και οι πρεσβυτεροι επεσον και προσεκυνησαν
14καὶ τὰ τέσσαρα ζῷα ἔλεγον, ἀμήν· καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.
Tip: use the ← and → keys to turn chapters.