ΚΟΡΙΝΘΙΟΥΣ Β΄
Chapter 12

ΚΟΡΙΝΘΙΟΥΣ Β΄

Greek New Testament: Byz…
vs SBL Greek New Test…
Aa
Text size
Line width
Verse numbers

ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 12

Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1καυχασθαι δη ου συμφερει μοι ελευσομαι γαρ εισ οπτασιασ και αποκαλυψεισ κυριου
1Καυχᾶσθαι ⸀δεῖ· οὐ ⸂συμφέρον μέν⸃, ἐλεύσομαι ⸀δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου.
2οιδα ανθρωπον εν χριστω προ ετων δεκατεσσαρων ειτε εν σωματι ουκ οιδα ειτε εκτοσ του σωματοσ ουκ οιδα ο θεοσ οιδεν αρπαγεντα τον τοιουτον εωσ τριτου ουρανου
2οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων— εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν— ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
3και οιδα τον τοιουτον ανθρωπον ειτε εν σωματι ειτε εκτοσ του σωματοσ ουκ οιδα ο θεοσ οιδεν
3καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον— εἴτε ἐν σώματι εἴτε ⸀χωρὶς τοῦ σώματος οὐκ οἶδα, ὁ θεὸς οἶδεν—
4οτι ηρπαγη εισ τον παραδεισον και ηκουσεν αρρητα ρηματα α ουκ εξον ανθρωπω λαλησαι
4ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
5υπερ του τοιουτου καυχησομαι υπερ δε εμαυτου ου καυχησομαι ει μη εν ταισ ασθενειαισ μου
5ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ⸀ἀσθενείαις.
6εαν γαρ θελησω καυχησασθαι ουκ εσομαι αφρων αληθειαν γαρ ερω φειδομαι δε μη τισ εισ εμε λογισηται υπερ ο βλεπει με η ακουει τι εξ εμου
6ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων, ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δέ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει ⸀τι ἐξ ἐμοῦ,
7και τη υπερβολη των αποκαλυψεων ινα μη υπεραιρωμαι εδοθη μοι σκολοψ τη σαρκι αγγελοσ σαταν ινα με κολαφιζη ινα μη υπεραιρωμαι
7καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων. ⸀διὸ ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος ⸀Σατανᾶ, ἵνα με κολαφίζῃ, ⸂ἵνα μὴ ὑπεραίρωμαι⸃.
8υπερ τουτου τρισ τον κυριον παρεκαλεσα ινα αποστη απ εμου
8ὑπὲρ τούτου τρὶς τὸν κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπʼ ἐμοῦ·
9και ειρηκεν μοι αρκει σοι η χαρισ μου η γαρ δυναμισ μου εν ασθενεια τελειουται ηδιστα ουν μαλλον καυχησομαι εν ταισ ασθενειαισ μου ινα επισκηνωση επ εμε η δυναμισ του χριστου
9καὶ εἴρηκέν μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ ⸀δύναμις ἐν ἀσθενείᾳ ⸀τελεῖται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις ⸀μου, ἵνα ἐπισκηνώσῃ ἐπʼ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
10διο ευδοκω εν ασθενειαισ εν υβρεσιν εν αναγκαισ εν διωγμοισ εν στενοχωριαισ υπερ χριστου οταν γαρ ασθενω τοτε δυνατοσ ειμι
10διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς ⸀καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
11γεγονα αφρων καυχωμενοσ υμεισ με ηναγκασατε εγω γαρ ωφειλον υφ υμων συνιστασθαι ουδεν γαρ υστερησα των υπερ λιαν αποστολων ει και ουδεν ειμι
11Γέγονα ⸀ἄφρων· ὑμεῖς με ἠναγκάσατε· ἐγὼ γὰρ ὤφειλον ὑφʼ ὑμῶν συνίστασθαι. οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι·
12τα μεν σημεια του αποστολου κατειργασθη εν υμιν εν παση υπομονη εν σημειοισ και τερασιν και δυναμεσιν
12τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ⸀ὑπομονῇ, σημείοις ⸀τε καὶ τέρασιν καὶ δυνάμεσιν.
13τι γαρ εστιν ο ηττηθητε υπερ τασ λοιπασ εκκλησιασ ει μη οτι αυτοσ εγω ου κατεναρκησα υμων χαρισασθε μοι την αδικιαν ταυτην
13τί γάρ ἐστιν ὃ ⸀ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
14ιδου τριτον ετοιμωσ εχω ελθειν προσ υμασ και ου καταναρκησω υμων ου γαρ ζητω τα υμων αλλα υμασ ου γαρ οφειλει τα τεκνα τοισ γονευσιν θησαυριζειν αλλ οι γονεισ τοισ τεκνοισ
14Ἰδοὺ τρίτον ⸀τοῦτο ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ ⸀καταναρκήσω· οὐ γὰρ ζητῶ τὰ ὑμῶν ἀλλὰ ὑμᾶς, οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσιν θησαυρίζειν, ἀλλὰ οἱ γονεῖς τοῖς τέκνοις.
15εγω δε ηδιστα δαπανησω και εκδαπανηθησομαι υπερ των ψυχων υμων ει και περισσοτερωσ υμασ αγαπων ηττον αγαπωμαι
15ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. ⸀εἰ περισσοτέρως ὑμᾶς ⸀ἀγαπῶν, ἧσσον ἀγαπῶμαι;
16εστω δε εγω ου κατεβαρησα υμασ αλλ υπαρχων πανουργοσ δολω υμασ ελαβον
16ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς· ἀλλὰ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον.
17μη τινα ων απεσταλκα προσ υμασ δι αυτου επλεονεκτησα υμασ
17μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, διʼ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς;
18παρεκαλεσα τιτον και συναπεστειλα τον αδελφον μητι επλεονεκτησεν υμασ τιτοσ ου τω αυτω πνευματι περιεπατησαμεν ου τοισ αυτοισ ιχνεσιν
18παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσιν;
19παλιν δοκειτε οτι υμιν απολογουμεθα κατενωπιον του θεου εν χριστω λαλουμεν τα δε παντα αγαπητοι υπερ τησ υμων οικοδομησ
19⸀Πάλαι δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; ⸀κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν. τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς,
20φοβουμαι γαρ μηπωσ ελθων ουχ οιουσ θελω ευρω υμασ καγω ευρεθω υμιν οιον ου θελετε μηπωσ ερεισ ζηλοι θυμοι εριθειαι καταλαλιαι ψιθυρισμοι φυσιωσεισ ακαταστασιαι
20φοβοῦμαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μή πως ⸀ἔρις, ⸀ζῆλος, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι·
21μη παλιν ελθοντα με ταπεινωσει ο θεοσ μου προσ υμασ και πενθησω πολλουσ των προημαρτηκοτων και μη μετανοησαντων επι τη ακαθαρσια και πορνεια και ασελγεια η επραξαν
21μὴ πάλιν ⸂ἐλθόντος μου⸃ ⸀ταπεινώσῃ ⸀με ὁ θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.

Tip: use the ← and → keys to turn chapters.