ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄ 3
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament, word by word (STEPBible TAGNT)
1διο μηκετι στεγοντεσ ευδοκησαμεν καταλειφθηναι εν αθηναισ μονοι
1Διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι
2και επεμψαμεν τιμοθεον τον αδελφον ημων και διακονον του θεου και συνεργον ημων εν τω ευαγγελιω του χριστου εισ το στηριξαι υμασ και παρακαλεσαι υμασ περι τησ πιστεωσ υμων
2καὶ ἐπέμψαμεν Τιμόθεον τὸν ἀδελφὸν ἡμῶν καὶ συνεργὸν τοῦ θεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν,
3το μηδενα σαινεσθαι εν ταισ θλιψεσιν ταυταισ αυτοι γαρ οιδατε οτι εισ τουτο κειμεθα
3τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα·
4και γαρ οτε προσ υμασ ημεν προελεγομεν υμιν οτι μελλομεν θλιβεσθαι καθωσ και εγενετο και οιδατε
4καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι καθὼς καὶ ἐγένετο καὶ οἴδατε·
5δια τουτο καγω μηκετι στεγων επεμψα εισ το γνωναι την πιστιν υμων μηπωσ επειρασεν υμασ ο πειραζων και εισ κενον γενηται ο κοποσ ημων
5διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν.
6αρτι δε ελθοντοσ τιμοθεου προσ ημασ αφ υμων και ευαγγελισαμενου ημιν την πιστιν και την αγαπην υμων και οτι εχετε μνειαν ημων αγαθην παντοτε επιποθουντεσ ημασ ιδειν καθαπερ και ημεισ υμασ
6ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾽ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς,
7δια τουτο παρεκληθημεν αδελφοι εφ υμιν επι παση τη θλιψει και αναγκη ημων δια τησ υμων πιστεωσ
7διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ᾽ ὑμῖν ἐπὶ πάσῃ τῇ ἀνάγκῃ καὶ θλίψει ἡμῶν διὰ τῆς ὑμῶν πίστεως·
8οτι νυν ζωμεν εαν υμεισ στηκετε εν κυριω
8ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκετε ἐν κυρίῳ.
9τινα γαρ ευχαριστιαν δυναμεθα τω θεω ανταποδουναι περι υμων επι παση τη χαρα η χαιρομεν δι υμασ εμπροσθεν του θεου ημων
9τίνα γὰρ εὐχαριστίαν δυνάμεθα τῷ θεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ ᾗ χαίρομεν δι᾽ ὑμᾶς ἔμπροσθεν τοῦ θεοῦ ἡμῶν,
10νυκτοσ και ημερασ υπερ εκπερισσου δεομενοι εισ το ιδειν υμων το προσωπον και καταρτισαι τα υστερηματα τησ πιστεωσ υμων
10νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;¶
11αυτοσ δε ο θεοσ και πατηρ ημων και ο κυριοσ ημων ιησουσ χριστοσ κατευθυναι την οδον ημων προσ υμασ
11Αὐτὸς δὲ ὁ θεὸς καὶ πατὴρ ἡμῶν καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς·
12υμασ δε ο κυριοσ πλεονασαι και περισσευσαι τη αγαπη εισ αλληλουσ και εισ παντασ καθαπερ και ημεισ εισ υμασ
12ὑμᾶς δὲ ὁ κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς
13εισ το στηριξαι υμων τασ καρδιασ αμεμπτουσ εν αγιωσυνη εμπροσθεν του θεου και πατροσ ημων εν τη παρουσια του κυριου ημων ιησου χριστου μετα παντων των αγιων αυτου
13εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ ἀμήν.¶
Tip: use the ← and → keys to turn chapters.