ΠΕΤΡΟΥ Α΄ 4
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1χριστου ουν παθοντοσ υπερ ημων σαρκι και υμεισ την αυτην εννοιαν οπλισασθε οτι ο παθων εν σαρκι πεπαυται αμαρτιασ
1Χριστοῦ οὖν ⸀παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ ⸀παθὼν σαρκὶ πέπαυται ⸀ἁμαρτίας,
2εισ το μηκετι ανθρωπων επιθυμιαισ αλλα θεληματι θεου τον επιλοιπον εν σαρκι βιωσαι χρονον
2εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.
3αρκετοσ γαρ ημιν ο παρεληλυθωσ χρονοσ του βιου το θελημα των εθνων κατεργασασθαι πεπορευμενουσ εν ασελγειαισ επιθυμιαισ οινοφλυγιαισ κωμοισ ποτοισ και αθεμιτοισ ειδωλολατρειαισ
3ἀρκετὸς ⸀γὰρ ὁ παρεληλυθὼς ⸀χρόνος τὸ ⸀βούλημα τῶν ἐθνῶν ⸀κατειργάσθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις.
4εν ω ξενιζονται μη συντρεχοντων υμων εισ την αυτην τησ ασωτιασ αναχυσιν βλασφημουντεσ
4ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες·
5οι αποδωσουσιν λογον τω ετοιμωσ εχοντι κριναι ζωντασ και νεκρουσ
5οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ⸂ἔχοντι κρῖναι⸃ ζῶντας καὶ νεκρούς·
6εισ τουτο γαρ και νεκροισ ευηγγελισθη ινα κριθωσιν μεν κατα ανθρωπουσ σαρκι ζωσιν δε κατα θεον πνευματι
6εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι.
7παντων δε το τελοσ ηγγικεν σωφρονησατε ουν και νηψατε εισ τασ προσευχασ
7Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε ⸀εἰς προσευχάς·
8προ παντων δε την εισ εαυτουσ αγαπην εκτενη εχοντεσ οτι αγαπη καλυψει πληθοσ αμαρτιων
8πρὸ ⸀πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη ⸀καλύπτει πλῆθος ἁμαρτιῶν·
9φιλοξενοι εισ αλληλουσ ανευ γογγυσμων
9φιλόξενοι εἰς ἀλλήλους ἄνευ ⸀γογγυσμοῦ·
10εκαστοσ καθωσ ελαβεν χαρισμα εισ εαυτουσ αυτο διακονουντεσ ωσ καλοι οικονομοι ποικιλησ χαριτοσ θεου
10ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ·
11ει τισ λαλει ωσ λογια θεου ει τισ διακονει ωσ εξ ισχυοσ ωσ χορηγει ο θεοσ ινα εν πασιν δοξαζηται ο θεοσ δια ιησου χριστου ω εστιν η δοξα και το κρατοσ εισ τουσ αιωνασ των αιωνων αμην
11εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ⸀ἧς χορηγεῖ ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
12αγαπητοι μη ξενιζεσθε τη εν υμιν πυρωσει προσ πειρασμον υμιν γινομενη ωσ ξενου υμιν συμβαινοντοσ
12Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος,
13αλλα καθο κοινωνειτε τοισ του χριστου παθημασιν χαιρετε ινα και εν τη αποκαλυψει τησ δοξησ αυτου χαρητε αγαλλιωμενοι
13ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.
14ει ονειδιζεσθε εν ονοματι χριστου μακαριοι οτι το τησ δοξησ και το του θεου πνευμα εφ υμασ αναπαυεται κατα μεν αυτουσ βλασφημειται κατα δε υμασ δοξαζεται
14εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφʼ ὑμᾶς ⸀ἀναπαύεται.
15μη γαρ τισ υμων πασχετω ωσ φονευσ η κλεπτησ η κακοποιοσ η ωσ αλλοτριοεπισκοποσ
15μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος·
16ει δε ωσ χριστιανοσ μη αισχυνεσθω δοξαζετω δε τον θεον εν τω μερει τουτω
16εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ ⸀ὀνόματι τούτῳ.
17οτι ο καιροσ του αρξασθαι το κριμα απο του οικου του θεου ει δε πρωτον αφ ημων τι το τελοσ των απειθουντων τω του θεου ευαγγελιω
17ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφʼ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ;
18και ει ο δικαιοσ μολισ σωζεται ο ασεβησ και αμαρτωλοσ που φανειται
18καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ⸀ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
19ωστε και οι πασχοντεσ κατα το θελημα του θεου ωσ πιστω κτιστη παρατιθεσθωσαν τασ ψυχασ αυτων εν αγαθοποιια
19ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ ⸀θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς ⸀αὐτῶν ἐν ἀγαθοποιΐᾳ.
Tip: use the ← and → keys to turn chapters.