ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 9
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
SBL Greek New Testament
1ουκ ειμι αποστολοσ ουκ ειμι ελευθεροσ ουχι ιησουν χριστον τον κυριον ημων εωρακα ου το εργον μου υμεισ εστε εν κυριω
1Οὐκ εἰμὶ ⸂ἐλεύθερος; οὐκ εἰμὶ ἀπόστολος⸃; οὐχὶ ⸀Ἰησοῦν τὸν κύριον ἡμῶν ἑόρακα; οὐ τὸ ἔργον μου ὑμεῖς ἐστε ἐν κυρίῳ;
2ει αλλοισ ουκ ειμι αποστολοσ αλλα γε υμιν ειμι η γαρ σφραγισ τησ εμησ αποστολησ υμεισ εστε εν κυριω
2εἰ ἄλλοις οὐκ εἰμὶ ἀπόστολος, ἀλλά γε ὑμῖν εἰμι, ἡ γὰρ σφραγίς ⸂μου τῆς⸃ ἀποστολῆς ὑμεῖς ἐστε ἐν κυρίῳ.
3η εμη απολογια τοισ εμε ανακρινουσιν αυτη εστιν
3Ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσίν ⸂ἐστιν αὕτη⸃.
4μη ουκ εχομεν εξουσιαν φαγειν και πιειν
4μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ ⸀πεῖν;
5μη ουκ εχομεν εξουσιαν αδελφην γυναικα περιαγειν ωσ και οι λοιποι αποστολοι και οι αδελφοι του κυριου και κηφασ
5μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου καὶ Κηφᾶς;
6η μονοσ εγω και βαρναβασ ουκ εχομεν εξουσιαν του μη εργαζεσθαι
6ἢ μόνος ἐγὼ καὶ Βαρναβᾶς οὐκ ἔχομεν ἐξουσίαν ⸀μὴ ἐργάζεσθαι;
7τισ στρατευεται ιδιοισ οψωνιοισ ποτε τισ φυτευει αμπελωνα και εκ του καρπου αυτου ουκ εσθιει η τισ ποιμαινει ποιμνην και εκ του γαλακτοσ τησ ποιμνησ ουκ εσθιει
7τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα καὶ ⸂τὸν καρπὸν⸃ αὐτοῦ οὐκ ἐσθίει; ⸀τίς ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος τῆς ποίμνης οὐκ ἐσθίει;
8μη κατα ανθρωπον ταυτα λαλω η ουχι και ο νομοσ ταυτα λεγει
8Μὴ κατὰ ἄνθρωπον ταῦτα λαλῶ ἢ ⸂καὶ ὁ νόμος ταῦτα οὐ⸃ λέγει;
9εν γαρ τω μωυσεωσ νομω γεγραπται ου φιμωσεισ βουν αλοωντα μη των βοων μελει τω θεω
9ἐν γὰρ τῷ Μωϋσέως νόμῳ γέγραπται· Οὐ ⸀κημώσεις βοῦν ἀλοῶντα. μὴ τῶν βοῶν μέλει τῷ θεῷ,
10η δι ημασ παντωσ λεγει δι ημασ γαρ εγραφη οτι επ ελπιδι οφειλει ο αροτριων αροτριαν και ο αλοων τησ ελπιδοσ αυτου μετεχειν επ ελπιδι
10ἢ διʼ ἡμᾶς πάντως λέγει; διʼ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ⸂ὀφείλει ἐπʼ ἐλπίδι⸃ ὁ ἀροτριῶν ἀροτριᾶν, καὶ ὁ ἀλοῶν ⸂ἐπʼ ἐλπίδι τοῦ μετέχειν⸃.
11ει ημεισ υμιν τα πνευματικα εσπειραμεν μεγα ει ημεισ υμων τα σαρκικα θερισομεν
11εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;
12ει αλλοι τησ εξουσιασ υμων μετεχουσιν ου μαλλον ημεισ αλλ ουκ εχρησαμεθα τη εξουσια ταυτη αλλα παντα στεγομεν ινα μη εγκοπην τινα δωμεν τω ευαγγελιω του χριστου
12εἰ ἄλλοι τῆς ⸂ὑμῶν ἐξουσίας⸃ μετέχουσιν, οὐ μᾶλλον ἡμεῖς; Ἀλλʼ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν ἵνα μή ⸂τινα ἐγκοπὴν⸃ δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.
13ουκ οιδατε οτι οι τα ιερα εργαζομενοι εκ του ιερου εσθιουσιν οι τω θυσιαστηριω προσεδρευοντεσ τω θυσιαστηριω συμμεριζονται
13οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι ⸀τὰ ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν, οἱ τῷ θυσιαστηρίῳ ⸀παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται;
14ουτωσ και ο κυριοσ διεταξεν τοισ το ευαγγελιον καταγγελλουσιν εκ του ευαγγελιου ζην
14οὕτως καὶ ὁ κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν.
15εγω δε ουδενι εχρησαμην τουτων ουκ εγραψα δε ταυτα ινα ουτωσ γενηται εν εμοι καλον γαρ μοι μαλλον αποθανειν η το καυχημα μου ινα τισ κενωση
15Ἐγὼ δὲ ⸂οὐ κέχρημαι οὐδενὶ⸃ τούτων. οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί, καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν ἤ— τὸ καύχημά μου ⸂οὐδεὶς κενώσει⸃.
16εαν γαρ ευαγγελιζωμαι ουκ εστιν μοι καυχημα αναγκη γαρ μοι επικειται ουαι δε μοι εστιν εαν μη ευαγγελιζωμαι
16ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστιν μοι καύχημα, ἀνάγκη γάρ μοι ἐπίκειται· οὐαὶ ⸀γάρ μοί ἐστιν ἐὰν μὴ ⸀εὐαγγελίσωμαι.
17ει γαρ εκων τουτο πρασσω μισθον εχω ει δε ακων οικονομιαν πεπιστευμαι
17εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι.
18τισ ουν μοι εστιν ο μισθοσ ινα ευαγγελιζομενοσ αδαπανον θησω το ευαγγελιον του χριστου εισ το μη καταχρησασθαι τη εξουσια μου εν τω ευαγγελιω
18τίς οὖν ⸀μού ἐστιν ὁ μισθός; ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ ⸀εὐαγγέλιον, εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ.
19ελευθεροσ γαρ ων εκ παντων πασιν εμαυτον εδουλωσα ινα τουσ πλειονασ κερδησω
19Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, ἵνα τοὺς πλείονας κερδήσω·
20και εγενομην τοισ ιουδαιοισ ωσ ιουδαιοσ ινα ιουδαιουσ κερδησω τοισ υπο νομον ωσ υπο νομον ινα τουσ υπο νομον κερδησω
20καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵνα Ἰουδαίους κερδήσω· τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, ⸂μὴ ὢν αὐτὸς ὑπὸ νόμον⸃, ἵνα τοὺς ὑπὸ νόμον κερδήσω·
21τοισ ανομοισ ωσ ανομοσ μη ων ανομοσ θεω αλλ εννομοσ χριστω ινα κερδησω ανομουσ
21τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος ⸀θεοῦ ἀλλʼ ἔννομος ⸀Χριστοῦ, ἵνα ⸀κερδάνω ⸀τοὺς ἀνόμους·
22εγενομην τοισ ασθενεσιν ωσ ασθενησ ινα τουσ ασθενεισ κερδησω τοισ πασιν γεγονα τα παντα ινα παντωσ τινασ σωσω
22ἐγενόμην τοῖς ⸀ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσω· τοῖς πᾶσιν ⸀γέγονα πάντα, ἵνα πάντως τινὰς σώσω.
23τουτο δε ποιω δια το ευαγγελιον ινα συγκοινωνοσ αυτου γενωμαι
23⸀πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον, ἵνα συγκοινωνὸς αὐτοῦ γένωμαι.
24ουκ οιδατε οτι οι εν σταδιω τρεχοντεσ παντεσ μεν τρεχουσιν εισ δε λαμβανει το βραβειον ουτωσ τρεχετε ινα καταλαβητε
24Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ βραβεῖον; οὕτως τρέχετε ἵνα καταλάβητε.
25πασ δε ο αγωνιζομενοσ παντα εγκρατευεται εκεινοι μεν ουν ινα φθαρτον στεφανον λαβωσιν ημεισ δε αφθαρτον
25πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται, ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν, ἡμεῖς δὲ ἄφθαρτον.
26εγω τοινυν ουτωσ τρεχω ωσ ουκ αδηλωσ ουτωσ πυκτευω ωσ ουκ αερα δερων
26ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως, οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων·
27αλλ υπωπιαζω μου το σωμα και δουλαγωγω μηπωσ αλλοισ κηρυξασ αυτοσ αδοκιμοσ γενωμαι
27ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι.
Tip: use the ← and → keys to turn chapters.