ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 5
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)Original language
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
Greek New Testament, word by word (STEPBible TAGNT)
1ολωσ ακουεται εν υμιν πορνεια και τοιαυτη πορνεια ητισ ουδε εν τοισ εθνεσιν ονομαζεται ωστε γυναικα τινα του πατροσ εχειν
1Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν·
2και υμεισ πεφυσιωμενοι εστε και ουχι μαλλον επενθησατε ινα εξαρθη εκ μεσου υμων ο το εργον τουτο ποιησασ
2καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας;
3εγω μεν γαρ ωσ απων τω σωματι παρων δε τω πνευματι ηδη κεκρικα ωσ παρων τον ουτωσ τουτο κατεργασαμενον
3ἐγὼ μὲν γὰρ ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον
4εν τω ονοματι του κυριου ημων ιησου χριστου συναχθεντων υμων και του εμου πνευματοσ συν τη δυναμει του κυριου ημων ιησου χριστου
4ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ
5παραδουναι τον τοιουτον τω σατανα εισ ολεθρον τησ σαρκοσ ινα το πνευμα σωθη εν τη ημερα του κυριου ιησου
5παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου
6ου καλον το καυχημα υμων ουκ οιδατε οτι μικρα ζυμη ολον το φυραμα ζυμοι
6Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;
7εκκαθαρατε την παλαιαν ζυμην ινα ητε νεον φυραμα καθωσ εστε αζυμοι και γαρ το πασχα ημων υπερ ημων ετυθη χριστοσ
7ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα καθώς ἐστε ἄζυμοι· καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός.
8ωστε εορταζωμεν μη εν ζυμη παλαια μηδε εν ζυμη κακιασ και πονηριασ αλλ εν αζυμοισ ειλικρινειασ και αληθειασ
8ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ᾽ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.¶
9εγραψα υμιν εν τη επιστολη μη συναναμιγνυσθαι πορνοισ
9Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις,
10και ου παντωσ τοισ πορνοισ του κοσμου τουτου η τοισ πλεονεκταισ η αρπαξιν η ειδωλολατραισ επει οφειλετε αρα εκ του κοσμου εξελθειν
10οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.
11νυν δε εγραψα υμιν μη συναναμιγνυσθαι εαν τισ αδελφοσ ονομαζομενοσ η πορνοσ η πλεονεκτησ η ειδωλολατρησ η λοιδοροσ η μεθυσοσ η αρπαξ τω τοιουτω μηδε συνεσθιειν
11νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι, ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ· τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
12τι γαρ μοι και τουσ εξω κρινειν ουχι τουσ εσω υμεισ κρινετε
12τί γάρ μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε,
13τουσ δε εξω ο θεοσ κρινει και εξαρειτε τον πονηρον εξ υμων αυτων
13τοὺς δὲ ἔξω ὁ θεὸς κρινεῖ; ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.¶
Tip: use the ← and → keys to turn chapters.