ΣΟΦΙΑ
Chapter 16
Septuagint (Greek Old Te…
Compare
Aa
Text size
Line width
Verse numbers

1ΔΙΑ τοῦτο δ᾿ ὁμοίων ἐκολάσθησαν ἀξίως καὶ διὰ πλήθους κνωδάλων ἐβασανίσθησαν.

2ἀνθ᾿ ἧς κολάσεως εὐεργετήσας τὸν λαόν σου, εἰς ἐπιθυμίαν ὀρέξεως ξένην γεῦσιν, τροφὴν ἡτοίμασας ὀρτυγομήτραν,

3ἵνα ἐκεῖνοι μὲν ἐπιθυμοῦντες τροφὴν διὰ τὴν εἰδέ χθειαν τῶν ἐπαπεσταλμένων καὶ τὴν ἀναγκαίαν ὄρεξιν ἀποστρέφωνται, αὐτοὶ δὲ ἐπ᾿ ὀλίγον ἐνδεεῖς γενόμενοι καὶ ξένης μετάσχωσι γεύσεως.

4ἔδει γὰρ ἐκείνοις μὲν ἀπαραίτητον ἔνδειαν ἐπελθεῖν τυραννοῦσι, τούτοις δὲ μόνον δειχθῆναι πῶς οἱ ἐχθροὶ αὐτῶν ἐβασανίζοντο.

5Καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς ἐπῆλθε θηρίων θυμὸς δήγμασί τε σκολιῶν διεφθείροντο ὄφεων, οὐ μέχρι τέλους ἔμεινεν ἡ ὀργή σου·

6εἰς νουθεσίαν δὲ πρὸς ὀλίγον ἐταράχθησαν, σύμβουλον ἔχοντες σωτηρίας εἰς ἀνάμνησιν ἐντολῆς νόμου σου·

7ὁ γὰρ ἐπιστραφεὶς οὐ διὰ τὸ θεωρούμενον ἐσώζετο, ἀλλὰ διὰ σὲ τὸν πάντων σωτῆρα.

8καὶ ἐν τούτῳ δὲ ἔπεισας τοὺς ἐχθροὺς ἡμῶν, ὅτι σὺ εἶ ὁ ρυόμενος ἐκ παντὸς κακοῦ·

9οὓς μὲν γαρ ἀκρίδων καὶ μυιῶν ἀπέκτεινε δήγματα, καὶ οὐχ εὑρέθη ἴαμα τῇ ψυχῇ αὐτῶν, ὅτι ἄξιοι ἦσαν ὑπὸ τοιούτων κολασθῆναι·

10τοὺς δὲ υἱούς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες, τὸ ἔλεος γάρ σου ἀντιπαρῆλθε καὶ ἰάσατο αὐτούς.

11εἰς γὰρ ὑπόμνησιν τῶν λογίων σου ἐνεκεντρίζοντο καὶ ὀξέως διεσώζοντο, ἵνα μὴ εἰς βαθεῖαν ἐμπεσόντες λήθην ἀπερίσπαστοι γένωνται τῆς σῆς εὐεργεσίας.

12καὶ γὰρ οὔτε βοτάνη οὔτε μάλαγμα ἐθεράπευσεν αὐτούς, ἀλλὰ ὁ σός, Κύριε, λόγος ὁ πάντα ἱώμενος.

13σὺ γὰρ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχεις καὶ κατάγεις εἰς πύλας ᾅδου καὶ ἀνάγεις.

14ἄνθρωπος δὲ ἀποκτέννει μὲν τῇ κακίᾳ αὐτοῦ, ἐξελθὸν δὲ πνεῦμα οὐκ ἀναστρέφει οὐδὲ ἀναλύει ψυχὴν παραληφθεῖσαν.

15Τὴν δὲ σὴν χεῖρα φυγεῖν ἀδύνατόν ἐστιν·

16ἀρνούμενοι γάρ σε εἰδέναι ἀσεβεῖς, ἐν ἰσχύϊ βραχίονός σου ἐμαστιγώθησαν, ξένοις ὑετοῖς καὶ χαλάζαις καὶ ὄμβροις διωκόμενοι ἀπαραιτήτοις καὶ πυρὶ καταναλισκόμενοι.

17τὸ γὰρ παραδοξότατον, ἐν τῷ πάντα σβεννύντι ὕδατι πλεῖον ἐνήργει τὸ πῦρ, ὑπέρμαχος γὰρ ὁ κόσμος ἐστὶ δικαίων·

18ποτὲ μὲν γὰρ ἡμεροῦτο φλόξ, ἵνα μὴ καταφλέξῃ τὰ ἐπ᾿ ἀσεβεῖς ἀπεσταλμένα ζῷα, ἀλλ᾿ αὐτοὶ βλέποντες ἴδωσιν, ὅτι Θεοῦ κρίσει ἐλαύνονται·

19ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπὲρ τὴν πυρὸς δύναμιν φλέγει, ἵνα ἀδίκου γῆς γεννήματα διαφθείρῃ.

20ἀνθ᾿ ὧν ἀγγέλων τροφὴν ἐψώμισας τὸν λαόν σου καὶ ἕτοιμον ἄρτον αὐτοῖς ἀπ᾿ οὐρανοῦ ἔπεμψας ἀκοπιάτως πᾶσαν ἡδονὴν ἰσχύοντα καὶ πρὸς πᾶσαν ἁρμόνιον γεῦσιν·

21ἡ μὲν γὰρ ὑπόστασίς σου τὴν σὴν γλυκύτητα πρὸς τέκνα ἐνεφάνισε, τῇ δὲ τοῦ προσφερομένου ἐπιθυμίᾳ ὑπηρετῶν πρὸς ὅ τις ἐβούλετο μετεκιρνᾶτο.

22χιὼν δὲ καὶ κρύσταλλος ὑπέμεινε πῦρ καὶ οὐκ ἐτήκετο, ἵνα γνῶσιν ὅτι τοὺς τῶν ἐχθρῶν καρποὺς κατέφθειρε πῦρ φλεγόμενον ἐν τῇ χαλάζῃ καὶ ἐν τοῖς ὑετοῖς διαστράπτον·

23τοῦτο πάλιν δ᾿ ἵνα τραφῶσι δίκαιοι, καὶ τῆς ἰδίας ἐπιλελῆσθαι δυνάμεως.

24ἡ γὰρ κτίσις σοι τῷ ποιήσαντι ὑπηρετοῦσα ἐπιτείνεται εἰς κόλασιν κατὰ τῶν ἀδίκων καὶ ἀνίεται εἰς εὐεργεσίαν ὑπὲρ τῶν εἰς σὲ πεποιθότων.

25διὰ τοῦτο καὶ τότε εἰς πάντα μεταλλευομένη τῇ παντοτρόφῳ σου δωρεᾷ ὑπηρέτει πρὸς τὴν τῶν δεομένων θέλησιν,

26ἵνα μάθωσιν οἱ υἱοί σου, οὓς ἠγάπησας, Κύριε, ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέφουσιν ἄνθρωπον, ἀλλὰ τὸ ρῆμά σου τοὺς σοὶ πιστεύοντας διατηρεῖ.

27τὸ γὰρ ὑπὸ πυρὸς μὴ φθειρόμενον ἁπλῶς ὑπὸ βραχείας ἀκτῖνος ἡλίου θερμαινόμενον ἐτήκετο,

28ὅπως γνωστὸν ᾖ ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπ᾿ εὐχαριστίαν σου καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν σοι.

29ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται καὶ ρυήσεται ὡς ὕδωρ ἄχρηστον.

Tip: use the ← and → keys to turn chapters.