ΠΑΡΟΙΜΙΑΙ
Chapter 7
Septuagint (Greek Old Te…
vs Berean Standard Bi…
Aa
Text size
Line width
Verse numbers

ΠΑΡΟΙΜΙΑΙ 7

Septuagint (Greek Old Testament), second edition
Berean Standard Bible
1ΥΙΕ, φύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ. υἱέ, τίμα τὸν Κύριον, καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον.
1My son, keep my words and treasure my commandments within you.
2φύλαξον ἐμὰς ἐντολάς, καὶ βιώσεις, τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων·
2Keep my commandments and live; guard my teachings as the apple of your eye.
3περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις, ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.
3Tie them to your fingers; write them on the tablet of your heart.
4εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ·
4Say to wisdom, “You are my sister,” and call understanding your kinsman,
5ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάλληται.
5that they may keep you from the adulteress, from the stranger with seductive words.
6ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα,
6For at the window of my house I looked through the lattice.
7ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν,
7I saw among the simple, I noticed among the youths, a young man lacking judgment,
8παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς καὶ λαλοῦντα
8crossing the street near her corner, strolling down the road to her house,
9ἐν σκότει ἑσπερινῷ, ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ γνοφώδης,
9at twilight, as the day was fading into the dark of the night.
10ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας.
10Then a woman came out to meet him, with the attire of a harlot and cunning of heart.
11ἀνεπτερωμένη δέ ἐστι καὶ ἄσωτος, ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς·
11She is loud and defiant; her feet do not remain at home.
12χρόνον γάρ τινα ἔξω ρέμβεται, χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει.
12Now in the street, now in the squares, she lurks at every corner.
13εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν, ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ·
13She seizes him and kisses him; she brazenly says to him:
14θυσία εἰρηνική μοί ἐστι, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου·
14“I have made my peace offerings; today I have paid my vows.
15ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι, ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε.
15So I came out to meet you; I sought you, and I have found you.
16κειρίαις τέτακα τὴν κλίνην μου, ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ᾿ Αἰγύπτου·
16I have decked my bed with coverings, with colored linen from Egypt.
17διέρρακα τὴν κοίτην μου κροκίνῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ·
17I have perfumed my bed with myrrh, with aloes, and with cinnamon.
18ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου, δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι·
18Come, let us take our fill of love till morning. Let us delight in loving caresses!
19οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ, πεπόρευται δὲ ὁδὸν μακρὰν
19For my husband is not at home; he has gone on a long journey.
20ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ, δι᾿ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ.
20He took with him a bag of money and will not return till the moon is full.”
21ἀπεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν.
21With her great persuasion she entices him; with her flattering lips she lures him.
22ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς, ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς
22He follows her on impulse, like an ox going to the slaughter, like a deer bounding into a trap,
23ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ, σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα, οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.
23until an arrow pierces his liver, like a bird darting into a snare— not knowing it will cost him his life.
24νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ πρόσεχε ρήμασι στόματός μου·
24Now, my sons, listen to me, and attend to the words of my mouth.
25μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου,
25Do not let your heart turn aside to her ways; do not stray into her paths.
26πολλοὺς γὰρ τρώσασα καταβέβληκε, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν·
26For she has brought many down to death; her slain are many in number.
27ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς κατάγουσαι εἰς τὰ ταμιεῖα τοῦ θανάτου.
27Her house is the road to Sheol, descending to the chambers of death.

Tip: use the ← and → keys to turn chapters.