ΠΑΡΟΙΜΙΑΙ 4
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Traditional)
1ΑΚΟΥΣΑΤΕ, παῖδες, παιδείαν πατρὸς καὶ προσέχετε γνῶναι ἔννοιαν·
1眾子啊,要聽父親的教訓, 留心得知聰明。
2δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε.
2因我所給你們的是好教訓; 不可離棄我的法則。
3υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός,
3我在父親面前為孝子, 在母親眼中為獨一的嬌兒。
4οἳ ἐδίδασκόν με καὶ ἔλεγον· ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν· φύλασσε ἐντολάς, μὴ ἐπιλάθῃ
4父親教訓我說:你心要存記我的言語, 遵守我的命令,便得存活。
5μηδὲ παρίδῃς ρῆσιν ἐμοῦ στόματος,
5要得智慧,要得聰明,不可忘記, 也不可偏離我口中的言語。
6μηδὲ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου· ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε·
6不可離棄智慧,智慧就護衛你; 要愛她,她就保守你。
no verse 7 in this text
7智慧為首; 所以 ,要得智慧。 在你一切所得之內必得聰明。
8περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ,
8高舉智慧,她就使你高升; 懷抱智慧,她就使你尊榮。
9ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου.
9她必將華冠加在你頭上, 把榮冕交給你。
10Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου·
10我兒,你要聽受我的言語, 就必延年益壽。
11ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς.
11我已指教你走智慧的道, 引導你行正直的路。
12ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις.
12你行走,腳步必不致狹窄; 你奔跑,也不致跌倒。
13ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου.
13要持定訓誨,不可放鬆; 必當謹守,因為它是你的生命。
14ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων·
14不可行惡人的路; 不要走壞人的道。
15ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ᾿ αὐτῶν καὶ παράλλαξον.
15要躲避,不可經過; 要轉身而去。
16οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῃ£ρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται·
16這等人若不行惡,不得睡覺; 不使人跌倒,睡臥不安;
17οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται.
17因為他們以奸惡吃餅, 以強暴喝酒。
18αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα·
18但義人的路好像黎明的光, 越照越明,直到日午。
19αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.
19惡人的道好像幽暗, 自己不知因甚麼跌倒。
20Υἱέ, ἐμῇ ρήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλλε σὸν οὖς,
20我兒,要留心聽我的言詞, 側耳聽我的話語,
21ὅπως μὴ ἐκλίπωσί σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν καρδίᾳ·
21都不可離你的眼目, 要存記在你心中。
22ζωὴ γάρ ἐστι τοῖς εὑρίσκουσιν αὐτὰς καὶ πάσῃ σαρκὶ ἴασις.
22因為得着它的,就得了生命, 又得了醫全體的良藥。
23πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς.
23你要保守你心,勝過保守一切, 因為一生的果效是由心發出。
24περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι.
24你要除掉邪僻的口, 棄絕乖謬的嘴。
25οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.
25你的眼目要向前正看; 你的眼睛當向前直觀。
26ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ καὶ τὰς ὁδούς σου κατεύθυνε.
26要修平你腳下的路, 堅定你一切的道。
27μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά, ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς· ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν· αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.
27不可偏向左右; 要使你的腳離開邪惡。
Tip: use the ← and → keys to turn chapters.