ΙΕΡΕΜΙΑΣ
Chapter 51
Septuagint (Greek Old Te…
vs World English Bible
Aa
Text size
Line width
Verse numbers

ΙΕΡΕΜΙΑΣ 51

Septuagint (Greek Old Testament), second edition
World English Bible
1Ο λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν ἅπασι τοῖς Ἰουδαίοις τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτου καὶ τοῖς καθημένοις ἐν Μαγδώλῳ καὶ ἐν Τάφνας καὶ ἐν γῇ Παθούρης λέγων·
1The LORD says: “Behold, I will raise up against Babylon, and against those who dwell in Lebkamai, a destroying wind.
2οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ· ὑμεῖς ἑωράκατε πάντα τὰ κακά, ἃ ἐπήγαγον ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ τὰς πόλεις Ἰούδα, καὶ ἰδού εἰσιν ἔρημοι ἀπὸ ἐνοίκων
2I will send to Babylon strangers, who will winnow her. They will empty her land; for in the day of trouble they will be against her all around.
3ἀπὸ προσώπου πονηρίας αὐτῶν, ἧς ἐποίησαν παραπικρᾶναί με πορευθέντες θυμιᾶν θεοῖς ἑτέροις, οἷς οὐκ ἔγνωτε.
3Against him who bends, let the archer bend his bow, also against him who lifts himself up in his coat of mail. Don’t spare her young men! Utterly destroy all her army!
4καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας ὄρθρου καὶ ἀπέστειλα λέγων· μὴ ποιήσητε τὸ πρᾶγμα τῆς μολύνσεως ταύτης, ἧς ἐμίσησα.
4They will fall down slain in the land of the Chaldeans, and thrust through in her streets.
5καὶ οὐκ ἤκουσάν μου, καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν ἀποστρέψαι ἀπὸ τῶν κακῶν αὐτῶν πρὸς τὸ μὴ θυμιᾶν θεοῖς ἑτέροις.
5For Israel is not forsaken, nor Judah, by his God, by the LORD of Armies; though their land is full of guilt against the Holy One of Israel.
6καὶ ἔσταξεν ἡ ὀργή μου καὶ ὁ θυμός μου καὶ ἐξεκαύθη ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλήμ, καὶ ἐγενήθησαν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον ὡς ἡ ἡμέρα αὕτη.
6“Flee out of the middle of Babylon! Everyone save his own life! Don’t be cut off in her iniquity, for it is the time of the LORD’s vengeance. He will give to her a recompense.
7καὶ νῦν οὕτως εἶπε Κύριος παντοκράτωρ· ἱνατί ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ ψυχαῖς ὑμῶν ἐκκόψαι ὑμῶν ἄνθρωπον καὶ γυναῖκα, νήπιον καὶ θηλάζοντα ἐκ μέσου Ἰούδα πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα,
7Babylon has been a golden cup in the LORD’s hand, who made all the earth drunk. The nations have drunk of her wine; therefore the nations have gone mad.
8παραπικρᾶναί με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν θυμιᾶν θεοῖς ἑτέροις ἐν γῇ Αἰγύπτῳ, εἰς ἣν ἤλθατε κατοικεῖν ἐκεῖ, ἵνα ἐκκοπῆτε καὶ ἵνα γένησθε εἰς κατάραν καὶ εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς ἔθνεσι τῆς γῆς;
8Babylon has suddenly fallen and been destroyed! Wail for her! Take balm for her pain. Perhaps she may be healed.
9μὴ ἐπιλέλησθε ὑμεῖς τῶν κακῶν τῶν πατέρων ὑμῶν καὶ τῶν κακῶν τῶν βασιλέων Ἰούδα καὶ τῶν κακῶν τῶν ἀρχόντων ὑμῶν καὶ τῶν κακῶν τῶν γυναικῶν ὑμῶν, ὧν ἐποίησαν ἐν γῇ Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλήμ;
9“We would have healed Babylon, but she is not healed. Forsake her, and let’s each go into his own country; for her judgment reaches to heaven, and is lifted up even to the skies.
10καὶ οὐκ ἐπαύσαντο ἕως τῆς ἡμέρας ταύτης καὶ οὐκ ἀντείχοντο τῶν προσταγμάτων μου, ὣν ἔδωκα κατὰ πρόσωπον τῶν πατέρων αὐτῶν.
10‘The LORD has produced our righteousness. Come, and let’s declare in Zion the work of the LORD our God.’
11διὰ τοῦτο οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ ἐφίστημι τὸ πρόσωπόν μου
11“Make the arrows sharp! Hold the shields firmly! The LORD has stirred up the spirit of the kings of the Medes, because his purpose is against Babylon, to destroy it; for it is the vengeance of the LORD, the vengeance of his temple.
12τοῦ ἀπολέσαι πάντας τοὺς καταλοίπους τοὺς ἐν Αἰγύπτῳ, καὶ πεσοῦνται ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψουσιν ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔσονται εἰς ὀνειδισμὸν καὶ εἰς ἀπώλειαν καὶ εἰς κατάραν.
12Set up a standard against the walls of Babylon! Make the watch strong! Set the watchmen, and prepare the ambushes; for the LORD has both purposed and done that which he spoke concerning the inhabitants of Babylon.
13καὶ ἐπισκέψομαι ἐπὶ τοὺς καθημένους ἐν γῇ Αἰγύπτῳ ὡς ἐπεσκεψάμην ἐπὶ Ἱερουσαλὴμ ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ,
13You who dwell on many waters, abundant in treasures, your end has come, the measure of your covetousness.
14καὶ οὐκ ἔσται σεσωσμένος οὐθεὶς τῶν ἐπιλοίπων Ἰούδα τῶν παροικούντων ἐν γῇ Αἰγύπτῳ τοῦ ἐπιστρέψαι εἰς γῆν Ἰούδα, ἐφ' ἣν αὐτοὶ ἐλπίζουσι ταῖς ψυχαῖς αὐτῶν τοῦ ἐπιστρέψαι ἐκεῖ· οὐ μὴ ἐπιστρέψωσιν ἀλλ' ἢ ἀνασεσωσμένοι.
14The LORD of Armies has sworn by himself, saying, ‘Surely I will fill you with men, as with locusts, and they will lift up a shout against you.’
15καὶ ἀπεκρίθησαν τῷ Ἱερεμίᾳ πάντες οἱ ἄνδρες οἱ γνόντες ὅτι θυμιῶσιν αἱ γυναῖκες αὐτῶν θεοῖς ἑτέροις καὶ πᾶσαι αἱ γυναῖκες, συναγωγὴ μεγάλη, καὶ πᾶς ὁ λαὸς οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ, ἐν Παθουρῇ, λέγοντες·
15“He has made the earth by his power. He has established the world by his wisdom. By his understanding he has stretched out the heavens.
16ὁ λόγος, ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκούσομέν σου,
16When he utters his voice, there is a roar of waters in the heavens, and he causes the vapors to ascend from the ends of the earth. He makes lightning for the rain, and brings the wind out of his treasuries.
17ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς, καθὰ ἐποιήσαμεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν ἐν πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλὴμ καὶ ἐπλήσθημεν ἄρτων καὶ ἐγενόμεθα χρηστοὶ καὶ κακὰ οὐκ εἴδομεν·
17“Every man has become stupid and without knowledge. Every goldsmith is disappointed by his image, for his molten images are falsehood, and there is no breath in them.
18καὶ ὡς διελίπομεν θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, ἠλαττώθημεν πάντες καὶ ἐν ρομαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν.
18They are vanity, a work of delusion. In the time of their visitation, they will perish.
19καὶ ὅτι ἡμεῖς θυμιῶμεν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς, μὴ ἄνευ τῶν ἀνδρῶν ἡμῶν ἐποιήσαμεν αὐτῇ χαυῶνας καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς;
19The portion of Jacob is not like these, for he formed all things, including the tribe of his inheritance. The LORD of Armies is his name.
20Καὶ εἶπεν Ἱερεμίας ἀντὶ τῷ λαῷ, τοῖς δυνατοῖς καὶ ταῖς γυναιξὶ καὶ παντὶ τῷ λαῷ, τοῖς ἀποκριθεῖσιν αὐτῷ λόγους, λέγων·
20“You are my battle ax and weapons of war. With you I will break the nations into pieces. With you I will destroy kingdoms.
21οὐχὶ τοῦ θυμιάματος, οὗ ἐθυμιάσατε ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλὴμ ὑμεῖς καὶ οἱ πατέρες ὑμῶν καὶ οἱ βασιλεῖς ὑμῶν καὶ οἱ ἄρχοντες ὑμῶν καὶ ὁ λαὸς τῆς γῆς, ἐμνήσθη Κύριος, καὶ ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ;
21With you I will break in pieces the horse and his rider.
22καὶ οὐκ ἠδύνατο Κύριος ἔτι φέρειν ἀπὸ προσώπου πονηρίας πραγμάτων ὑμῶν καὶ ἀπὸ τῶν βδελυγμάτων ὑμῶν, ὧν ἐποιήσατε· καὶ ἐγενήθη ἡ γῆ ὑμῶν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς ἀρὰν ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ,
22With you I will break in pieces the chariot and him who rides therein. With you I will break in pieces man and woman. With you I will break in pieces the old man and the youth. With you I will break in pieces the young man and the virgin.
23ἀπὸ προσώπου, ὧν ἐθυμιᾶτε καὶ ὧν ἡμάρτετε τῷ Κυρίῳ καὶ οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου καὶ ἐν τοῖς προστάγμασιν αὐτοῦ καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς μαρτυρίοις αὐτοῦ οὐκ ἐπορεύθητε, καὶ ἐπελάβετο ὑμῶν τὰ κακὰ ταῦτα.
23With you I will break in pieces the shepherd and his flock. With you I will break in pieces the farmer and his yoke. With you I will break in pieces governors and deputies.
24καὶ εἶπεν Ἱερεμίας τῷ λαῷ καὶ ταῖς γυναιξίν· ἀκούσατε λόγον Κυρίου·
24“I will give to Babylon and to all the inhabitants of Chaldea all their evil that they have done in Zion in your sight,” says the LORD.
25οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ· ὑμεῖς γυναῖκες τῷ στόματι ὑμῶν ἐλαλήσατε καὶ ταῖς χερσὶν ὑμῶν ἐπληρώσατε λέγουσαι· ποιοῦσαι ποιήσομεν τὰς ὁμολογίας ἡμῶν, ἃς ὡμολογήσαμεν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ καὶ σπένδειν αὐτῇ σπονδάς· ἐμμείνασαι ἐνεμείνατε ταῖς ὁμολογίαις ὑμῶν καὶ ποιοῦσαι ἐποιήσατε.
25“Behold, I am against you, destroying mountain,” says the LORD, “which destroys all the earth. I will stretch out my hand on you, roll you down from the rocks, and will make you a burned mountain.
26διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου, πᾶς Ἰούδα οἱ καθήμενοι ἐν γῇ Αἰγύπτῳ· ἰδοὺ ὤμοσα τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἶπε Κύριος, ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι παντὸς Ἰούδα εἰπεῖν· ζῇ Κύριος Κύριος, ἐν πάσῃ γῇ Αἰγύπτῳ.
26They won’t take a cornerstone from you, nor a stone for foundations; but you will be desolate forever,” says the LORD.
27ὅτι ἐγὼ ἐγρήγορα ἐπ' αὐτοὺς τοῦ κακῶσαι αὐτοὺς καὶ οὐκ ἀγαθῶσαι, καὶ ἐκλείψουσι πᾶς Ἰούδα, οἱ κατοικοῦντες ἐν γῇ Αἰγύπτῳ, ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ, ἕως ἂν ἐκλίπωσι.
27“Set up a standard in the land! Blow the trumpet among the nations! Prepare the nations against her! Call together against her the kingdoms of Ararat, Minni, and Ashkenaz! Appoint a marshal against her! Cause the horses to come up as the swarming locusts!
28καὶ οἱ σεσωσμένοι ἀπὸ ρομφαίας ἐπιστρέψουσιν εἰς γῆν Ἰούδα ὀλίγοι ἀριθμῷ, καὶ γνώσονται οἱ κατάλοιποι Ἰούδα οἱ καταστάντες ἐν γῇ Αἰγύπτῳ κατοικῆσαι ἐκεῖ, λόγος τίνος ἐμμενεῖ.
28Prepare against her the nations, the kings of the Medes, its governors, and all its deputies, and all the land of their dominion!
29καὶ τοῦτο τὸ σημεῖον ὑμῖν ὅτι ἐπισκέψομαι ἐγὼ ἐφ' ὑμᾶς εἰς πονηρά·
29The land trembles and is in pain; for the purposes of the LORD against Babylon stand, to make the land of Babylon a desolation, without inhabitant.
30οὕτως εἶπε Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τὸν Οὐαφρῆ βασιλέα Αἰγύπτου εἰς χεῖρας ἐχθροῦ αὐτοῦ καὶ εἰς χεῖρας ζητούντων τὴν ψυχὴν αὐτοῦ, καθὰ ἔδωκα τὸν Σεδεκίαν βασιλέα Ἰούδα εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος ἐχθροῦ αὐτοῦ καὶ ζητοῦντος τὴν ψυχὴν αὐτοῦ.
30The mighty men of Babylon have stopped fighting, they remain in their strongholds. Their might has failed. They have become as women. Her dwelling places are set on fire. Her bars are broken.
31Ὁ λόγος ὃν ἐλάλησεν Ἱερεμίας ὁ προφήτης πρὸς Βαροὺχ υἱὸν Νηρίου, ὅτε ἔγραφε τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ἱερεμίου ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ἰωακεὶμ υἱῷ Ἰωσία, βασιλέως Ἰούδα.
31One runner will run to meet another, and one messenger to meet another, to show the king of Babylon that his city is taken on every quarter.
32οὕτως εἶπε Κύριος ἐπὶ σοί, Βαρούχ·
32So the passages are seized. They have burned the reeds with fire. The men of war are frightened.”
33ὅτι εἶπας· οἴμοι οἴμοι, ὅτι προσέθηκε Κύριος κόπον ἐπὶ πόνον μοι, ἐκοιμήθην ἐν στεναγμοῖς, ἀνάπαυσιν οὐχ εὗρον,
33For the LORD of Armies, the God of Israel says: “The daughter of Babylon is like a threshing floor at the time when it is trodden. Yet a little while, and the time of harvest comes for her.”
34εἰπὸν αὐτῷ· οὕτως εἶπε Κύριος· ἰδοὺ οὓς ἐγὼ ᾠκοδόμησα, ἐγὼ καθαιρῷ, καὶ οὓς ἐγὼ ἐφύτευσα, ἐγὼ ἐκτίλλω.
34“Nebuchadnezzar the king of Babylon has devoured me. He has crushed me. He has made me an empty vessel. He has, like a monster, swallowed me up. He has filled his mouth with my delicacies. He has cast me out.
35καὶ σὺ ζητήσεις σεαυτῷ μεγάλα; μὴ ζητήσῃς, ὅτι ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, λέγει Κύριος. καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρημα ἐν παντὶ τόπῳ, οὗ ἐὰν βαδίσῃς ἐκεῖ.
35May the violence done to me and to my flesh be on Babylon!” the inhabitant of Zion will say; and, “May my blood be on the inhabitants of Chaldea!” will Jerusalem say.
no verse 36 in this text
36Therefore the LORD says: “Behold, I will plead your cause, and take vengeance for you. I will dry up her sea, and make her fountain dry.
no verse 37 in this text
37Babylon will become heaps, a dwelling place for jackals, an astonishment, and a hissing, without inhabitant.
no verse 38 in this text
38They will roar together like young lions. They will growl as lions’ cubs.
no verse 39 in this text
39When they are inflamed, I will make their feast, and I will make them drunk, that they may rejoice, and sleep a perpetual sleep, and not wake up,” says the LORD.
no verse 40 in this text
40“I will bring them down like lambs to the slaughter, like rams with male goats.
no verse 41 in this text
41“How Sheshach is taken! How the praise of the whole earth is seized! How Babylon has become a desolation among the nations!
no verse 42 in this text
42The sea has come up on Babylon. She is covered with the multitude of its waves.
no verse 43 in this text
43Her cities have become a desolation, a dry land, and a desert, a land in which no man dwells. No son of man passes by it.
no verse 44 in this text
44I will execute judgment on Bel in Babylon, and I will bring out of his mouth that which he has swallowed up. The nations will not flow any more to him. Yes, the wall of Babylon will fall.
no verse 45 in this text
45“My people, go away from the middle of her, and each of you save yourselves from the LORD’s fierce anger.
no verse 46 in this text
46Don’t let your heart faint. Don’t fear for the news that will be heard in the land. For news will come one year, and after that in another year news will come, and violence in the land, ruler against ruler.
no verse 47 in this text
47Therefore behold, the days come that I will execute judgment on the engraved images of Babylon; and her whole land will be confounded. All her slain will fall in the middle of her.
no verse 48 in this text
48Then the heavens and the earth, and all that is therein, will sing for joy over Babylon; for the destroyers will come to her from the north,” says the LORD.
no verse 49 in this text
49“As Babylon has caused the slain of Israel to fall, so the slain of all the land will fall at Babylon.
no verse 50 in this text
50You who have escaped the sword, go! Don’t stand still! Remember the LORD from afar, and let Jerusalem come into your mind.”
no verse 51 in this text
51“We are confounded because we have heard reproach. Confusion has covered our faces, for strangers have come into the sanctuaries of the LORD’s house.”
no verse 52 in this text
52“Therefore behold, the days come,” says the LORD, “that I will execute judgment on her engraved images; and through all her land the wounded will groan.
no verse 53 in this text
53Though Babylon should mount up to the sky, and though she should fortify the height of her strength, yet destroyers will come to her from me,” says the LORD.
no verse 54 in this text
54“The sound of a cry comes from Babylon, and of great destruction from the land of the Chaldeans!
no verse 55 in this text
55For the LORD lays Babylon waste, and destroys out of her the great voice! Their waves roar like many waters. The noise of their voice is uttered.
no verse 56 in this text
56For the destroyer has come on her, even on Babylon. Her mighty men are taken. Their bows are broken in pieces, for the LORD is a God of retribution. He will surely repay.
no verse 57 in this text
57I will make her princes, her wise men, her governors, her deputies, and her mighty men drunk. They will sleep a perpetual sleep, and not wake up,” says the King, whose name is the LORD of Armies.
no verse 58 in this text
58The LORD of Armies says: “The wide walls of Babylon will be utterly overthrown. Her high gates will be burned with fire. The peoples will labor for vanity, and the nations for the fire; and they will be weary.”
no verse 59 in this text
59The word which Jeremiah the prophet commanded Seraiah the son of Neriah, the son of Mahseiah, when he went with Zedekiah the king of Judah to Babylon in the fourth year of his reign. Now Seraiah was chief quartermaster.
no verse 60 in this text
60Jeremiah wrote in a book all the evil that should come on Babylon, even all these words that are written concerning Babylon.
no verse 61 in this text
61Jeremiah said to Seraiah, “When you come to Babylon, then see that you read all these words,
no verse 62 in this text
62and say, ‘LORD, you have spoken concerning this place, to cut it off, that no one will dwell in it, neither man nor animal, but that it will be desolate forever.’
no verse 63 in this text
63It will be, when you have finished reading this book, that you shall bind a stone to it, and cast it into the middle of the Euphrates.
no verse 64 in this text
64Then you shall say, ‘Thus will Babylon sink, and will not rise again because of the evil that I will bring on her; and they will be weary.’” Thus far are the words of Jeremiah.

Tip: use the ← and → keys to turn chapters.