ΙΕΡΕΜΙΑΣ 38
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Traditional)
1ΕΝ τῷ χρόνῳ ἐκείνῳ, εἶπε Κύριος, ἔσομαι εἰς Θεὸν τῷ γένει Ἰσραήλ, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
1瑪坦 的兒子 示法提雅 、 巴施戶珥 的兒子 基大利 、 示利米雅 的兒子 猶甲 、 瑪基雅 的兒子 巴施戶珥 聽見 耶利米 對眾人所說的話,說:
2οὕτως εἶπε Κύριος· εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ· βαδίσατε καὶ μὴ ὀλέσητε τὸν Ἰσραήλ.
2「耶和華如此說:住在這城裏的必遭刀劍、饑荒、瘟疫而死;但出去歸降 迦勒底 人的必得存活,就是以自己命為掠物的,必得存活。
3Κύριος πόρρωθεν ὤφθη αὐτῷ· ἀγάπησιν αἰώνιον ἠγάπησά σε, διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα.
3耶和華如此說:這城必要交在 巴比倫 王軍隊的手中,他必攻取這城。」
4ἔτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ, παρθένος Ἰσραήλ· ἔτι λήψῃ τύμπανόν σου καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων.
4於是首領對王說:「求你將這人治死;因他向城裏剩下的兵丁和眾民說這樣的話,使他們的手發軟。這人不是求這百姓得平安,乃是叫他們受災禍。」
5ἔτι φυτεύσατε ἀμπελῶνας ἐν ὄρεσι Σαμαρείας, φυτεύσατε καὶ αἰνέσατε.
5西底家 王說:「他在你們手中,無論何事,王也不能與你們反對。」
6ὅτι ἐστὶν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Ἐφραίμ· ἀνάστητε καὶ ἀνάβητε εἰς Σιὼν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν.
6他們就拿住 耶利米 ,下在 哈米勒 的兒子 瑪基雅 的牢獄裏;那牢獄在護衛兵的院中。他們用繩子將 耶利米 繫下去。牢獄裏沒有水,只有淤泥, 耶利米 就陷在淤泥中。
7ὅτι οὕτως εἶπε Κύριος τῷ Ἰακώβ· εὐφράνθητε καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν· ἀκουστὰ ποιήσατε καὶ αἰνέσατε· εἴπατε· ἔσωσε Κύριος τὸν λαὸν αὐτοῦ, τὸ κατάλοιπον τοῦ Ἰσραήλ.
7在王宮的太監 古實 人 以伯‧米勒 ,聽見他們將 耶利米 下了牢獄(那時王坐在 便雅憫門 口),
8ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βορρᾶ καὶ συνάξω αὐτοὺς ἀπ' ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φασέκ· καὶ τεκνοποιήσει ὄχλον πολύν, καὶ ἀποστρέψουσιν ὧδε.
8以伯‧米勒 就從王宮裏出來,對王說:
9ἐν κλαυθμῷ ἐξῆλθον, καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρθῇ, καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ· ὅτι ἐγενόμην τῷ Ἰσραὴλ εἰς πατέρα, καὶ Ἐφραὶμ πρωτότοκός μού ἐστιν.
9「主-我的王啊,這些人向先知 耶利米 一味地行惡,將他下在牢獄中;他在那裏必因飢餓而死,因為城中再沒有糧食。」
10Ἀκούσατε λόγους Κυρίου, ἔθνη, καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρόθεν· εἴπατε· ὁ λικμήσας τὸν Ἰσραὴλ καὶ συνάξει αὐτὸν καὶ φυλάξει αὐτὸν ὡς ὁ βόσκων ποίμνιον αὐτοῦ.
10王就吩咐 古實 人 以伯‧米勒 說:「你從這裏帶領三十人,趁着先知 耶利米 未死以前,將他從牢獄中提上來。」
11ὅτι ἐλυτρώσατο Κύριος τὸν Ἰακώβ, ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ.
11於是 以伯‧米勒 帶領這些人同去,進入王宮,到庫房以下,從那裏取了些碎布和破爛的衣服,用繩子縋下牢獄去到 耶利米 那裏。
12καὶ ἥξουσι καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σιών· καὶ ἥξουσιν ἐπ' ἀγαθὰ Κυρίου, ἐπὶ γῆν σίτου καὶ οἴνου καὶ καρπῶν καὶ κτηνῶν καὶ προβάτων, καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον. καὶ οὐ πεινάσουσιν ἔτι.
12古實 人 以伯‧米勒 對 耶利米 說:「你用這些碎布和破爛的衣服放在繩子上,墊你的胳肢窩。」 耶利米 就照樣行了。
13τότε χαρήσονται παρθένοι ἐν συναγωγῇ νεανίσκων, καὶ πρεσβύται χαρήσονται, καὶ στρέψω τὸ πένθος αὐτῶν εἰς χαρμονὴν καὶ ποιήσω αὐτοὺς εὐφραινομένους.
13這樣,他們用繩子將 耶利米 從牢獄裏拉上來。 耶利米 仍在護衛兵的院中。
14μεγαλυνῶ καὶ μεθύσω τὴν ψυχὴν τῶν ἱερέων υἱῶν Λευί, καὶ ὁ λαός μου τῶν ἀγαθῶν μου ἐμπλησθήσεται.
14西底家 王打發人帶領先知 耶利米 ,進耶和華殿中第三門裏見王。王就對 耶利米 說:「我要問你一件事,你絲毫不可向我隱瞞。」
15οὕτως εἶπε Κύριος· φωνὴ ἐν Ραμᾷ ἠκούσθη θρήνου καὶ κλαυθμοῦ καὶ ὀδυρμοῦ· Ραχὴλ ἀποκλαιομένη οὐκ ἤθελε παύσασθαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς, ὅτι οὐκ εἰσίν.
15耶利米 對 西底家 說:「我若告訴你,你豈不定要殺我嗎?我若勸戒你,你必不聽從我。」
16οὕτως εἶπε Κύριος· διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου, ὅτι ἔστι μισθὸς τοῖς σοῖς ἔργοις, καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν,
16西底家 王就私下向 耶利米 說:「我指着那造我們生命之永生的耶和華起誓:我必不殺你,也不將你交在尋索你命的人手中。」
17μόνιμον τοῖς σοῖς τέκνοις.
17耶利米 對 西底家 說:「耶和華-萬軍之上帝、 以色列 的上帝如此說:你若出去歸降 巴比倫 王的首領,你的命就必存活,這城也不致被火焚燒,你和你的全家都必存活。
18ἀκοὴν ἤκουσα Ἐφραὶμ ὀδυρομένου· ἐπαίδευσάς με καὶ ἐπαιδεύθην ἐγώ· ὥσπερ μόσχος οὐκ ἐδιδάχθην· ἐπίστρεψόν με, καὶ ἐπιστρέψω, ὅτι σὺ Κύριος ὁ Θεός μου.
18你若不出去歸降 巴比倫 王的首領,這城必交在 迦勒底 人手中。他們必用火焚燒,你也不得脫離他們的手。」
19ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα καὶ ὕστερον τοῦ γνῶναί με ἐστέναξα ἐφ' ἡμέρας αἰσχύνης καὶ ὑπέδειξά σοι, ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου.
19西底家 王對 耶利米 說:「我怕那些投降 迦勒底 人的 猶大 人,恐怕 迦勒底 人將我交在他們手中,他們戲弄我。」
20υἱὸς ἀγαπητὸς Ἐφραὶμ ἐμοί, παιδίον ἐντρυφῶν, ὅτι ἀνθ' ὧν οἱ λόγοι μου ἐν αὐτῷ, μνείᾳ μνησθήσομαι αὐτοῦ· διὰ τοῦτο ἔσπευσα ἐπ' αὐτῷ, ἐλεῶν ἐλεήσω αὐτόν, φησὶ Κύριος.
20耶利米 說:「 迦勒底 人必不將你交出。求你聽從我對你所說耶和華的話,這樣你必得好處,你的命也必存活。
21Στῆσον σεαυτὴν Σιών, ποίησον τιμωρίαν, δὸς καρδίαν σου εἰς τοὺς ὤμους· ὁδὸν ᾗ ἐπορεύθης ἀποστράφηθι, παρθένος Ἰσραήλ, ἀποστράφηθι εἰς τὰς πόλεις σου πενθοῦσα.
21你若不肯出去,耶和華指示我的話乃是這樣:
22ἕως πότε ἀποστρέψεις, θυγάτηρ ἠτιμωμένη; ὅτι ἔκτισε Κύριος σωτηρίαν εἰς καταφύτευσιν καινήν, ἐν σωτηρίᾳ περιελεύσονται ἄνθρωποι.
22猶大 王宮裏所剩的婦女必都帶到 巴比倫 王的首領那裏。這些婦女必說: 你知己的朋友催逼你, 勝過你; 見 你的腳陷入淤泥中, 就轉身退後了。
23ὅτι οὕτως εἶπε Κύριος· ἔτι ἐροῦσι τὸν λόγον τοῦτον ἐν γῇ Ἰούδα καὶ ἐν πόλεσιν αὐτοῦ, ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ· εὐλογημένος Κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ
23「人必將你的后妃和你的兒女帶到 迦勒底 人那裏;你也不得脫離他們的手,必被 巴比倫 王的手捉住;你也必使這城被火焚燒。」
24καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐν πάσῃ τῇ γῇ αὐτοῦ ἅμα γεωργῷ, καὶ ἀρθήσεται ἐν ποιμνίῳ.
24西底家 對 耶利米 說:「不要使人知道這些話,你就不至於死。
25ὅτι ἐμέθυσα πᾶσαν ψυχὴν διψῶσαν καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα.
25首領若聽見了我與你說話,就來見你,問你說:『你對王說甚麼話不要向我們隱瞞,我們就不殺你。王向你說甚麼話也要告訴我們。』
26διὰ τοῦτο ἐξηγέρθην καὶ εἶδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη.
26你就對他們說:『我在王面前懇求不要叫我回到 約拿單 的房屋死在那裏。』」
27διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ σπερῶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν σπέρμα ἀνθρώπου καὶ σπέρμα κτήνους.
27隨後眾首領來見 耶利米 ,問他,他就照王所吩咐的一切話回答他們。他們不再與他說話,因為事情沒有洩漏。
28καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπ' αὐτοὺς καθαιρεῖν καὶ κακοῦν, οὕτως γρηγορήσω ἐπ' αὐτοὺς τοῦ οἰκοδομεῖν καὶ καταφυτεύειν, φησὶ Κύριος.
28於是 耶利米 仍在護衛兵的院中,直到 耶路撒冷 被攻取的日子。
29ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν· οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν.
no verse 29 in this text
30ἀλλ' ἢ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται, καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ.
no verse 30 in this text
31ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν,
no verse 31 in this text
32οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος.
no verse 32 in this text
33ὅτι αὕτη ἡ διαθήκη μου, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος· διδοὺς δώσω νόμους εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτούς· καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.
no verse 33 in this text
34καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων· γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
no verse 34 in this text
35Ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὸ μετέωρον, φησὶ Κύριος, καὶ ἐὰν ταπεινωθῇ τὸ ἔδαφος τῆς γῆς κάτω, καὶ ἐγὼ οὐκ ἀποδοκιμῶ τὸ γένος Ἰσραήλ, φησὶ Κύριος, περὶ πάντων, ὧν ἐποίησαν.
no verse 35 in this text
36οὕτως εἶπε Κύριος ὁ δοὺς τὸν ἥλιον εἰς φῶς τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς φῶς τῆς νυκτός, καὶ κραυγὴν ἐν θαλάσσῃ καὶ ἐβόμβησε τὰ κύματα αὐτῆς, Κύριος παντοκράτωρ ὄνομα αὐτῷ·
no verse 36 in this text
37ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἀπὸ προσώπου μου, φησὶ Κύριος, καὶ τὸ γένος Ἰσραὴλ παύσεται γενέσθαι ἔθνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας.
no verse 37 in this text
38ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ οἰκοδομηθήσεται πόλις τῷ Κυρίῳ ἀπὸ πύργου Ἀναμεὴλ ἕως πύλης τῆς γωνίας·
no verse 38 in this text
39καὶ ἐξελεύσεται ἡ διαμέτρησις αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνῶν Γαρὴβ καὶ περικυκλωθήσεται κύκλῳ ἐξ ἐκλεκτῶν λίθων·
no verse 39 in this text
40καὶ πάντες Ἀσαρημὼθ ἕως Ναχὰλ Κέδρων, ἕως γωνίας πύλης ἵππων ἀνατολῆς ἁγίασμα τῷ Κυρίῳ, καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος.
no verse 40 in this text
Tip: use the ← and → keys to turn chapters.