ΙΟΥΔΙΘ
Chapter 9
Septuagint (Greek Old Te…
vs Douay-Rheims Bible…
Aa
Text size
Line width
Verse numbers
Septuagint (Greek Old Testament), second edition
Douay-Rheims Bible, American Edition (1899)
1ΙΟΥΔΙΘ δὲ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐπέθετο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐγύμνωσεν ὃν ἐνεδιδύσκετο σάκκον, καὶ ἦν ἄρτι προσφερόμενον ἐν Ἱερουσαλὴμ εἰς τὸν οἶκον τοῦ Θεοῦ τὸ θυμίαμα τῆς ἑσπέρας ἐκείνης, καὶ ἐβόησε φωνῇ μεγάλῃ Ἰουδὶθ πρὸς Κύριον καὶ εἶπε·
1And when they were gone, Judith went into her oratory: and putting on haircloth, laid ashes on her head: and falling down prostrate before the Lord, she cried to the Lord, saying:
2Κύριε ὁ Θεὸς τοῦ πατρός μου Συμεών, ᾧ ἔδωκας ἐν χειρὶ ρομφαίαν εἰς ἐκδίκησιν ἀλλογενῶν, οἳ ἔλυσαν μήτραν παρθένου εἰς μίασμα καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδος· εἶπας γάρ, οὐχ οὕτως ἔσται· καὶ ἐποίησαν
2O Lord God of my father Simeon, who gavest him a sword to execute vengeance against strangers, who had defiled by their uncleanness, and uncovered the virgin unto confusion:
3ἀνθ᾿ ὧν ἔδωκας ἄρχοντας αὐτῶν εἰς φόνον καὶ τὴν στρωμνὴν αὐτῶν, ἣ ᾐδέσατο τὴν ἀπάτην αὐτῶν, εἰς αἷμα, καὶ ἐπάταξας δούλους ἐπὶ δυνάσταις καὶ δυνάστας ἐπὶ θρόνους αὐτῶν.
3And who gavest their wives to be made a prey, and their daughters into captivity: and all their spoils to be divided to thy servants, who were zealous with thy zeal: assist, I beseech thee, O Lord God, me a widow.
4καὶ ἔδωκας γυναῖκας αὐτῶν εἰς προνομὴν καὶ θυγατέρας εἰς αἰχμαλωσίαν καὶ πάντα τὰ σκῦλα εἰς διαίρεσιν υἱῶν ἠγαπημένων ὑπὸ σοῦ, οἳ καὶ ἐζήλωσαν τὸν ζῆλόν σου καὶ ἐβδελύξαντο μίασμα αἵματος αὐτῶν καὶ ἐπεκαλέσαντό σε εἰς βοηθόν. ὁ Θεὸς ὁ Θεὸς ὁ ἐμός, καὶ εἰσάκουσον ἐμοῦ τῆς χήρας·
4For thou hast done the things of old, and hast devised one thing after another: and what thou hast designed hath been done.
5σὺ γὰρ ἐποίησας τὰ πρότερα ἐκείνων καὶ ἐκεῖνα καὶ τὰ μετέπειτα καὶ τὰ νῦν καὶ τὰ ἐπερχόμενα διενοήθης, καὶ ἐγενήθησαν ἃ ἐνενοήθης,
5For all thy ways are prepared, and in thy providence thou hast placed thy judgments.
6καὶ παρέστησαν ἃ ἐβουλεύσω καὶ εἶπαν· ἰδοὺ πάρεσμεν· πᾶσαι γὰρ αἱ ὁδοί σου ἕτοιμοι, καὶ ἡ κρίσις σου ἐν προγνώσει·
6Look upon the camp of the Assyrians now, as thou wast pleased to look upon the camp of the Egyptians, when they pursued armed after thy servants, trusting in their chariots, and in their horsemen, and in a multitude of warriors.
7ἰδοὺ γὰρ Ἀσσύριοι ἐπληθύνθησαν ἐν δυνάμει αὐτῶν, ὑψώθησαν ἐφ᾿ ἵππῳ καὶ ἀναβάτῃ ἐγαυρίασαν ἐν βραχίονι πεζῶν, ἤλπισαν ἐν ἀσπίδι καὶ ἐν γαισῷ καὶ τόξῳ καὶ σφενδόνῃ καὶ οὐκ ἔγνωσαν ὅτι σὺ εἶ Κύριος συντρίβων πολέμους.
7But thou lookedst over their camp, and darkness wearied them.
8Κύριος ὄνομά σοι· σὺ ράξον αὐτῶν τὴν ἰσχὺν ἐν δυνάμει σου καὶ κάταξον τὸ κράτος αὐτῶν ἐν τῷ θυμῷ σου· ἐβουλεύσαντο γὰρ βεβηλῶσαι τὰ ἅγιά σου, μιᾶναι τὸ σκήνωμα τῆς καταπαύσεως τοῦ ὀνόματος τῆς δόξης σου καὶ καταβαλεῖν σιδήρῳ κέρας θυσιαστηρίου σου.
8The deep held their feet, and the waters overwhelmed them.
9βλέψον εἰς ὑπερηφανίαν αὐτῶν, ἀπόστειλον τὴν ὀργήν σου εἰς κεφαλὰς αὐτῶν, δὸς ἐν χειρί μου τῆς χήρας ὃ διενοήθην κράτος.
9So may it be with these also, O Lord, who trust in their multitude, and in their chariots, and in their pikes, and in their shields, and in their arrows, and glory in their spears,
10πάταξον δοῦλον ἐκ χειλέων ἀπάτης μου ἐπ᾿ ἄρχοντι καὶ ἄρχοντα ἐπὶ θεράποντι αὐτοῦ, θραῦσον αὐτῶν τὸ ἀνάστημα ἐν χειρὶ θηλείας·
10And know not that thou art our God, who destroyest wars from the beginning, and the Lord is thy name.
11οὐ γὰρ ἐν πλήθει τὸ κράτος σου, οὐδὲ ἡ δυναστεία σου ἐν ἰσχύουσιν, ἀλλὰ ταπεινῶν εἶ Θεός, ἐλαττόνων εἶ βοηθός, ἀντιλήπτωρ ἀσθενούντων, ἀπεγνωσμένων σκεπαστής, ἀπηλπισμένων σωτήρ.
11Lift up thy arm as from the beginning, and crush their power with thy power: let their power fall in their wrath, who promise themselves to violate thy sanctuary, and defile the dwelling place of thy name, and to beat down with their sword the horn of thy altar.
12ναὶ ναὶ ὁ Θεὸς τοῦ πατρός μου καὶ Θεὸς κληρονομίας Ἰσραήλ, δέσποτα τῶν οὐρανῶν καὶ τῆς γῆς, κτίστα τῶν ὑδάτων, βασιλεῦ πάσης κτίσεώς σου, σὺ εἰσάκουσον τῆς δεήσεώς μου
12Bring to pass, O Lord, that his pride may be cut off with his own sword.
13καὶ δὸς λόγον μου καὶ ἀπάτην εἰς τραῦμα καὶ μώλωπα αὐτῶν, οἳ κατὰ τῆς διαθήκης σου καὶ οἴκου ἡγιασμένου σου καὶ κορυφῆς Σιὼν καὶ οἴκου κατασχέσεως υἱῶν σου ἐβουλεύσαντο σκληρά.
13Let him be caught in the net of his own eyes in my regard, and do thou strike him by the graces of the words of my lips.
14καὶ ποίησον ἐπὶ πᾶν τὸ ἔθνος σου, καὶ πάσης φυλῆς ἐπίγνωσιν τοῦ εἰδῆσαι ὅτι σὺ εἶ ὁ Θεὸς πάσης δυνάμεως καὶ κράτους, καὶ οὐκ ἔστιν ἄλλος ὑπερασπίζων τοῦ γένους Ἰσραήλ, εἰ μὴ σύ.
14Give me constancy in my mind, that I may despise him: and fortitude that I may overthrow him.
no verse 15 in this text
15For this will be a glorious monument for thy name, when he shall fall by the hand of a woman.
no verse 16 in this text
16For thy power, O Lord, is not in a multitude, nor is thy pleasure in the strength of horses, nor from the beginning have the proud been acceptable to thee: but the prayer of the humble and the meek hath always pleased thee.
no verse 17 in this text
17O God of the heavens, creator of the waters, and Lord of the whole creation, hear me a poor wretch, making supplication to thee, and presuming of thy mercy.
no verse 18 in this text
18Remember, O Lord, thy covenant, and put thou words in my mouth, and strengthen the resolution in my heart, that thy house may continue in thy holiness:
no verse 19 in this text
19And all nations may acknowledge that thou art God, and there is no other besides thee.

Tip: use the ← and → keys to turn chapters.