ΙΟΥΔΙΘ 7
1Τ… δ᾿ ἐπαύριον παρήγγειλεν Ὀλοφέρνης πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ, οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ, ἀναζευγνύειν ἐπὶ Βαιτυλούα καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσθαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ἰσραήλ.
2καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν· καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν χιλιάδες ἀνδρῶν πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δεκαδύο, χωρὶς τῆς ἀποσκευῆς καὶ τῶν ἀνδρῶν, οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς, πλῆθος πολὺ σφόδρα.
3καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλούα ἐπὶ τῆς πηγῆς καὶ παρέτειναν εἰς εὖρος ἐπὶ Δωθαΐμ καὶ ἕως Βελβαὶμ καὶ εἰς μῆκος ἀπὸ Βαιτυλούα ἕως Κυαμῶνος, ἥ ἐστιν ἀπέναντι Ἐσδρηλών.
4οἱ δὲ υἱοὶ Ἰσραήλ, ὡς εἶδον αὐτῶν τὸ πλῆθος, ἐταράχθησαν σφόδρα καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· νῦν ἐκλείξουσιν οὖτοι τὸ πρόσωπον τῆς γῆς πάσης, καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν.
5καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτῶν, ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην.
6τῇ δὲ ἡμέρᾳ τῇ δευτέρᾳ ἐξήγαγεν Ὀλοφέρνης πᾶσαν τὴν ἵππον αὐτοῦ κατὰ πρόσωπον τῶν υἱῶν Ἰσραήλ, οἳ ἦσαν ἐν Βαιτυλούᾳ,
7καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τῆς πόλεως αὐτῶν καὶ τὰς πηγὰς τῶν ὑδάτων αὐτῶν ἐφώδευσε καὶ προκατελάβετο αὐτὰς καὶ ἐπέστησεν αὐταῖς παρεμβολὰς ἀνδρῶν πολεμιστῶν, καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτοῦ.
8καὶ προσελθόντες αὐτῷ οἱ ἄρχοντες τῶν υἱῶν Ἡσαῦ καὶ πάντες οἱ ἡγούμενοι τοῦ λαοῦ Μωὰβ καὶ οἱ στρατηγοὶ τῆς παραλίας εἶπαν·
9ἀκουσάτω δὴ λόγον ὁ δεσπότης ἡμῶν, ἵνα μὴ γένηται θραῦσμα ἐν τῇ δυνάμει σου·
10ὁ γὰρ λαὸς οὗτος τῶν υἱῶν Ἰσραὴλ οὐ πέποιθαν ἐπὶ τοῖς δόρασιν αὐτῶν, ἀλλ᾿ ἐπὶ τοῖς ὕψεσι τῶν ὀρέων αὐτῶν, ἐν οἷς αὐτοὶ ἐνοικοῦσιν ἐν αὐτοῖς· οὐ γάρ ἐστιν εὐχερὲς προσβῆναι ταῖς κορυφαῖς τῶν ὀρέων αὐτῶν.
11καὶ νῦν, δέσποτα, μὴ πολέμει πρὸς αὐτούς, καθὼς γίνεται πόλεμος παρατάξεως, καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς.
12ἀνάμεινον ἐπὶ τῆς παρεμβολῆς σου διαφυλάσσων πάντα ἄνδρα ἐκ τῆς δυνάμεώς σου, καὶ ἐπικρατησάτωσαν οἱ παῖδές σου τῆς πηγῆς τοῦ ὕδατος, ἣ ἐκπορεύεται ἐκ τῆς ρίζης τοῦ ὄρους,
13διότι ἐκεῖθεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βαιτυλούα, καὶ ἀνελεῖ αὐτοὺς ἡ δίψα, καὶ ἐκδώσουσι τὴν πόλιν ἑαυτῶν· καὶ ἡμεῖς καὶ ὁ λαὸς ἡμῶν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τῶν ὀρέων καὶ παρεμβαλοῦμεν ἐπ᾿ αὐταῖς εἰς προφυλακὴν τοῦ μὴ ἐξελθεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα.
14καὶ τακήσονται ἐν τῷ λιμῷ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, καὶ πρὶν ἐλθεῖν τὴν ρομφαίαν ἐπ᾿ αὐτούς, καταστρωθήσονται ἐν ταῖς πλατείαις τῆς οἰκήσεως αὐτῶν.
15καὶ ἀνταποδώσεις αὐτοῖς ἀνταπόδομα πονηρόν, ἀνθ᾿ ὧν ἐστασίασαν, καὶ οὐκ ἀπήντησαν τῷ προσώπῳ σου ἐν εἰρήνῃ.
16καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ὀλοφέρνου καὶ ἐνώπιον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ συνέταξαν ποιεῖν καθὼς ἐλάλησαν.
17καὶ ἀπῇρε παρεμβολὴ υἱῶν Ἀμμὼν καὶ μετ᾿ αὐτῶν χιλιάδες πέντε υἱῶν Ἀσσοὺρ καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι καὶ προκατελάβοντο τὰ ὕδατα καὶ τὰς πηγὰς τῶν ὑδάτων τῶν υἱῶν Ἰσραήλ.
18καὶ ἀνέβησαν υἱοὶ Ἡσαῦ καὶ οἱ υἱοὶ Ἀμμὼν καὶ παρενέβαλον ἐν τῇ ὀρεινῇ ἀπέναντι Δωθαΐμ. καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς νότον καὶ ἀπηλιώτην ἀπέναντι Ἐγρεβήλ, ἥ ἐστι πλησίον Χούς, ἥ ἐστιν ἐπὶ τοῦ χειμάρρου Μοχμούρ. καὶ ἡ λοιπὴ στρατιὰ τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς· καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα.
19Καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀνεβόησαν πρὸς Κύριον Θεὸν αὐτῶν, ὅτι ὠλιγοψύχησε τὸ πνεῦμα αὐτῶν, ὅτι ἐκύκλωσαν πάντες οἱ ἐχθροὶ αὐτῶν καὶ οὐκ ἦν διαφυγεῖν ἐκ μέσου αὐτῶν.
20καὶ ἔμεινε κύκλῳ αὐτῶν πᾶσα παρεμβολὴ Ἀσσούρ, οἱ πεζοὶ καὶ τὰ ἅρματα καὶ οἱ ἱππεῖς αὐτῶν, ἡμέρας τριακοντατέσσαρας. καὶ ἐξέλιπε πάντας τοὺς κατοικοῦντας Βαιτυλούα πάντα τὰ ἀγγεῖα αὐτῶν τῶν ὑδάτων,
21καὶ οἱ λάκκοι ἐξεκενοῦντο, καὶ οὐκ εἶχον πιεῖν εἰς πλησμονὴν ὕδωρ ἡμέραν μίαν, ὅτι ἐν μέτρῳ ἐδίδοσαν αὐτοῖς πιεῖν.
22καὶ ἠθύμησαν τὰ νήπια αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ νεανίσκοι ἐξέλιπον ἀπὸ τῆς δίψης καὶ ἔπιπτον ἐν ταῖς πλατείαις τῆς πόλεως καὶ ἐν ταῖς διόδοις τῶν πυλῶν, καὶ οὐκ ἦν κραταίωσις ἔτι ἐν αὐτοῖς.
23καὶ ἐπισυνήχθησαν πᾶς ὁ λαὸς ἐπὶ Ὀζίαν καὶ τοὺς ἄρχοντας τῆς πόλεως, οἱ νεανίσκοι καὶ αἱ γυναῖκες καὶ τὰ παιδία, καὶ ἀνεβόησαν φωνῇ μεγάλῃ καὶ εἶπαν ἐναντίον πάντων τῶν πρεσβυτέρων·
24κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν, ὅτι ἐποιήσατε ἐν ἡμῖν ἀδικίαν μεγάλην οὐ λαλήσαντες εἰρηνικὰ μετὰ τῶν υἱῶν Ἀσσούρ.
25καὶ νῦν οὐκ ἔστι βοηθὸς ἡμῶν, ἀλλὰ πέπρακεν ἡμᾶς ὁ Θεὸς εἰς τὰς χεῖρας αὐτῶν τοῦ καταστρωθῆναι ἐναντίον αὐτῶν ἐν δίψῃ καὶ ἀπωλείᾳ μεγάλῃ.
26καὶ νῦν ἐπικαλέσασθε αὐτοὺς καὶ ἔκδοσθε τὴν πόλιν πᾶσαν εἰς προνομὴν τῷ λαῷ Ὀλοφέρνου καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ·
27κρεῖσσον γὰρ ἡμῖν γενηθῆναι αὐτοῖς εἰς διαρπαγήν, ἐσόμεθα γὰρ εἰς δούλους, καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν, καὶ οὐκ ὀψόμεθα τὸν θάνατον τῶν νηπίων ἡμῶν ἐν ὀφθαλμοῖς ἡμῶν καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα ἡμῶν ἐκλειπούσας τὰς ψυχὰς αὐτῶν.
28μαρτυρόμεθα ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν Θεὸν ἡμῶν καὶ Κύριον τῶν πατέρων ἡμῶν, ὃς ἐκδικεῖ ἡμᾶς κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ κατὰ τὰ ἁμαρτήματα τῶν πατέρων ἡμῶν, ἵνα μὴ ποιήσῃ κατὰ τὰ ρήματα ταῦτα ἐν τῇ ἡμέρᾳ τῇ σήμερον.
29καὶ ἐγένετο κλαυθμὸς μέγας ἐν μέσῳ τῆς ἐκκλησίας πάντων ὁμοθυμαδὸν καὶ ἐβόησαν πρὸς Κύριον τὸν Θεὸν φωνῇ μεγάλῃ.
30καὶ εἶπε πρὸς αὐτοὺς Ὀζίας· θαρσεῖτε, ἀδελφοί, διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας, ἐν αἷς ἐπιστρέψει Κύριος ὁ Θεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς εἰς τέλος·
31ἐὰν δὲ διέλθωσιν αὗται καὶ μὴ ἔλθῃ ἐφ᾿ ἡμᾶς βοήθεια, ποιήσω κατὰ τὰ ρήματα ὑμῶν. καὶ ἐσκόρπισε τὸν λαὸν εἰς τὴν ἑαυτοῦ παρεμβολήν, καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τῆς πόλεως αὐτῶν ἀπῆλθον, καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτῶν ἐξαπέστειλε· καὶ ἦσαν ἐν ταπεινώσει πολλῇ ἐν τῇ πόλει.
Tip: use the ← and → keys to turn chapters.