ΗΣΑΙΑΣ
Chapter 38
Septuagint (Greek Old Te…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers

ΗΣΑΙΑΣ 38

Septuagint (Greek Old Testament), second edition
Freedom Bible (フリーダム・バイブル)
1ΕΓΕΝΕΤΟ δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου· καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης καὶ εἶπε πρὸς αὐτόν· τάδε λέγει Κύριος· τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνήσκεις γὰρ σὺ καὶ οὐ ζήσῃ.
1そのころ、ヒゼキヤは病気になり、死にかかっていた。アモツの子である預言者イザヤが彼のもとに来て言った。「主はこう言われる。『あなたの家を整えなさい。あなたは死ぬ。生きることはない。』」
2καὶ ἀπέστρεψεν Ἐζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ προσηύξατο πρὸς Κύριον
2そこでヒゼキヤは顔を壁に向け、主に祈って、
3λέγων· μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστά ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ.
3言った。「主よ、どうか思い出してください。私が真実と全き心をもって御前を歩み、あなたの目に良いとされたことを行ってきたことを。」そしてヒゼキヤは激しく泣いた。
4καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἡσαΐαν λέγων·
4すると、主の言葉がイザヤに臨んだ。
5πορεύθητι καὶ εἰπὸν Ἐζεκίᾳ· τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου· ἤκουσα τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου. ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου δεκαπέντε ἔτη·
5「行って、ヒゼキヤに告げなさい。『あなたの父ダビデの神、主はこう言われる。「わたしはあなたの祈りを聞き、あなたの涙を見た。見よ、わたしはあなたの寿命に十五年を加える。
6καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ρύσομαί σε καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης.
6わたしはあなたとこの町をアッシリアの王の手から救い出し、この町を守る。
7τοῦτο δὲ σοὶ τὸ σημεῖον παρὰ Κυρίου ὅτι ποιήσει ὁ Θεὸς τὸ ρῆμα τοῦτο·
7主が語ったことを行うという、主からのしるしはこれである。
8ἰδοὺ ἐγὼ στρέψω τὴν σκιὰν τῶν ἀναβαθμῶν, οὓς κατέβη ὁ ἥλιος, τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς. καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμούς, οὓς κατέβη ἡ σκιά.
8見よ、わたしはアハズの日時計の上を、太陽の動きに伴って下った影を十段後ろへ戻す。」』」すると、太陽は日時計の上を下っていた十段を戻った。
9Προσευχὴ Ἐζεκίου βασιλέως τῆς Ἰουδαίας, ἡνίκα ἐμαλακίσθη, καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ.
9ユダの王ヒゼキヤが病気になり、その病気から回復した時に書いたもの。
10Ἐγὼ εἶπα· ἐν τῷ ὕψει τῶν ἡμερῶν μου πορεύσομαι ἐν πύλαις ᾅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.
10私は言った。「人生の半ばで、私はよみの門に入る。 私の残された年月は奪われた。」
11εἶπα· οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ γῆς ζώντων, οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ Ἰσραὴλ ἐπὶ γῆς, οὐκέτι μὴ ἴδω ἄνθρωπον.
11私は言った。「私は主を見ることはない。 生ける者の地で、主を見ることはない。 この世の住民とともに、人を見ることも二度とない。
12ἐξέλιπον ἐκ τῆς συγγενείας μου, κατέλιπον τὸ ἐπίλοιπον τῆς ζωῆς μου, ἐξῆλθε καὶ ἀπῆλθεν ἀπ᾿ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, τὸ πνεῦμά μου παρ᾿ ἐμοὶ ἐγένετο ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.
12私の住まいは取り去られ、 羊飼いの天幕のように、私から運び去られた。 私は織物のように自分の命を巻き上げた。 主は私を織機から切り離す。 昼から夜までのうちに、あなたは私を終わらせられる。
13ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωΐ ὡς λέοντι· οὕτως συνέτριψε πάντα τὰ ὀστᾶ μου, ἀπὸ γὰρ τῆς ἡμέρα ἕως τῆς νυκτὸς παρεδόθην.
13私は朝まで耐え忍んだ。 主は獅子のように私の骨をすべて砕く。 昼から夜までのうちに、あなたは私を終わらせられる。
14ὡς χελιδών, οὕτω φωνήσω, καὶ ὡς περιστερά, οὕτω μελετήσω· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον, ὃς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.
14私はつばめや鶴のように鳴き、 鳩のようにうめいた。 私の目は上を見続けて弱り果てた。 主よ、私は虐げられている。 私の保証となってください。」
no verse 15 in this text
15私は何と言えばよいのか。 主が私に語り、ご自身でそれを行われた。 私はこの心の苦しみを抱え、残る年月を慎んで歩もう。
16Κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα.
16主よ、人はこれらによって生きる。 私の霊も、これらによって生かされる。 私を回復させ、生かしてください。
17εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας.
17見よ、平安のために、私は大きな苦しみを味わった。 しかし、あなたは私の命を愛し、滅びの穴から救い出してくださった。 私のすべての罪を、ご自分の後ろに投げ捨ててくださった。
18οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου.
18よみはあなたをほめたたえず、 死はあなたを祝わない。 穴に下る者たちは、あなたの真実を待ち望めない。
19οἱ ζῶντες εὐλογήσουσί σε ὃν τρόπον κἀγώ· ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου,
19生きている者、生きている者こそ、今日の私のように、あなたをほめたたえる。 父は子どもたちに、あなたの真実を知らせる。
20Κύριε τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ Θεοῦ.
20主は私を救ってくださる。 それゆえ、われわれは生きているすべての日々、主の宮で弦楽器に合わせて私の歌を歌おう。
21Καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεκίαν· λάβε παλάθην ἐκ σύκων καὶ τρίψων καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ.
21イザヤは、「干しいちじくの菓子を持って来て、腫れ物の上に湿布として当てなさい。そうすれば、王は回復する」と言っていた。
22καὶ εἶπεν Ἐζεκίας· τοῦτο τὸ σημεῖον ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ.
22ヒゼキヤも、「私が主の宮に上るというしるしは何ですか」と尋ねていた。

Tip: use the ← and → keys to turn chapters.