ΓΕΝΕΣΙΣ
Chapter 23
Septuagint (Greek Old Te…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers

ΓΕΝΕΣΙΣ 23

Septuagint (Greek Old Testament), second edition
Freedom Bible (フリーダム・バイブル)
1ΕΓΕΝΕΤΟ δὲ ἡ ζωὴ Σάρρας ἔτη ἑκατὸν εἰκοσιεπτά.
1サラの生涯は百二十七年であった。これがサラの生きた年数である。
2καὶ ἀπέθανε Σάρρα ἐν πόλει Ἀρβόκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν. ἦλθε δὲ Ἁβραὰμ κόψασθαι Σάρραν καὶ πενθῆσαι.
2サラはカナンの地にあるキルヤト・アルバ、すなわちヘブロンで死んだ。アブラハムはサラのために悼み、泣くためにやって来た。
3καὶ ἀνέστη Ἁβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν Ἁβραὰμ τοῖς υἱοῖς τοῦ Χὲτ λέγων·
3アブラハムは亡き妻の前から立ち上がり、ヘトの人々に言った。
4πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε μοι οὖν κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ᾿ ἐμοῦ.
4「私はあなたがたの間に住む寄留者です。亡き妻を葬るため、あなたがたの土地の中に墓地を所有させてください。」
5ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς Ἁβραὰμ λέγοντες· μὴ κύριε·
5ヘトの人々はアブラハムに答えた。
6ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσει τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ.
6「ご主人様、私たちの言うことをお聞きください。あなたは私たちの間で、神に立てられた尊い方です。私たちの最も良い墓に、亡き方をお葬りください。自分の墓をあなたにお断りする者は、私たちの中には一人もいません。」
7ἀναστὰς δὲ Ἁβραὰμ προσεκύνησε τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς τοῦ Χέτ,
7アブラハムは立ち上がり、その地の人々、すなわちヘトの人々に向かってお辞儀をした。
8καὶ ἐλάλησε πρὸς αὐτοὺς Ἁβραὰμ λέγων· εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν, ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Ἐφρὼν τῷ τοῦ Σαάρ,
8彼は彼らに言った。「私が亡き妻を葬ることを認めてくださるなら、どうか私の願いを聞き、ツォハルの子エフロンに頼んでください。
9καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου.
9彼が所有している、彼の畑の端にあるマクペラの洞穴を私に譲ってくれるように。十分な代価で、あなたがたの間で、墓地の所有地として私に譲ってくれるように。」
10Ἐφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· ἀποκριθεὶς δὲ Ἐφρὼν ὁ Χετταῖος πρὸς Ἁβραὰμ εἶπεν, ἀκουόντων τῶν υἱῶν Χὲτ καὶ τῶν εἰσπορευομένων εἰς τὴν πόλιν πάντων, λέγων·
10その時、エフロンはヘトの人々の中に座っていた。ヘト人エフロンは、ヘトの人々、すなわち彼の町の門を出入りするすべての人々が聞いているところで、アブラハムに答えた。
11παρ᾿ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου· τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοὶ δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου·
11「いいえ、ご主人様。私の言うことを聞いてください。その畑はあなたに差し上げます。その中にある洞穴もあなたに差し上げます。私の民の人々の前で、それをあなたに差し上げます。あなたの死者を葬ってください。」
12καὶ προσεκύνησεν Ἁβραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς
12アブラハムはその地の人々の前でお辞儀をした。
13καὶ εἶπε τῷ Ἐφρὼν εἰς τὰ ὦτα ἐναντίον τοῦ λαοῦ τῆς γῆς· ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λάβε παρ᾿ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ.
13彼はその地の人々が聞いているところで、エフロンに言った。「どうか私の願いを聞いてください。畑の代価をお支払いします。受け取ってください。そうすれば、私はそこに亡き妻を葬れます。」
14ἀπεκρίθη δὲ Ἐφρὼν τῷ Ἀβραὰμ λέγων·
14エフロンはアブラハムに答えた。
15οὐχὶ κύριε, ἀκήκοα γάρ, γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀλλὰ τί ἂν εἴη τοῦτο ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; σὺ δὲ τὸν νεκρόν σου θάψον.
15「ご主人様、私の言うことをお聞きください。銀四百シェケルの土地が、私とあなたの間で何ほどのことでしょう。亡き方をお葬りください。」
16καὶ ἤκουσεν Ἁβραὰμ τοῦ Ἐφρών, καὶ ἀποκατέστησεν Ἁβραὰμ τῷ Ἐφρὼν τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χέτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις.
16アブラハムはエフロンの言うことを聞いた。アブラハムは、ヘトの人々が聞いているところでエフロンが口にした銀、すなわち商人の間で通用する重さにしたがって、四百シェケルの銀を量り、エフロンに渡した。
17καὶ ἔστη ὁ ἀγρὸς Ἐφρών, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστι κατὰ πρόσωπον Μαμβρῆ, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ὃ ἦν ἐν τῷ ἀγρῷ, καὶ πᾶν ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ,
17こうして、マムレの前にあるマクペラにあったエフロンの畑、すなわちその畑とその中にあった洞穴、そしてその畑のすべての境界内にあるすべての木々は、
18τῷ Ἁβραάμ, εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.
18ヘトの人々の前で、彼の町の門を出入りするすべての人々の前で、アブラハムの所有地として確定された。
19μετὰ ταῦτα ἔθαψεν Ἁβραὰμ Σάρραν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν.
19その後、アブラハムはカナンの地にあるマムレ、すなわちヘブロンの前にあるマクペラの畑の洞穴に、妻サラを葬った。
20καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, τῷ Ἁβραὰμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χέτ.
20その畑とそこにある洞穴は、ヘトの人々によって、墓地の所有地としてアブラハムのものとされた。

Tip: use the ← and → keys to turn chapters.