ΕΣΘΗΡ 9
1Εν γὰρ τῷ δωδεκάτῳ μηνί, τῇ τρισκαιδεκάτη τοῦ μηνός, ὅς ἐστιν Ἀδάρ, παρῆν τὰ γράμματα τὰ γραφέντα ὑπὸ τοῦ βασιλέως.
2ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπώλοντο οἱ ἀντικείμενοι τοῖς Ἰουδαίοις· οὐδεὶς γὰρ ἀντέστη, φοβούμενος αὐτούς.
3οἱ γὰρ ἄρχοντες τῶν σατραπῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλικοὶ γραμματεῖς ἐτίμων τοὺς Ἰουδαίους· ὁ γὰρ φόβος Μαρδοχαίου ἐνέκειτο αὐτοῖς.
4προσέπεσε γὰρ τὸ πρόσταγμα τοῦ βασιλέως ὀνομασθῆναι ἐν πάσῃ τῇ βασιλείᾳ καὶ ἐμεγαλύνετο.
5καὶ ἐπάταξαν οἱ Ἰουδαῖοι πληγὴν ἐν πᾶσι τοῖς ἐχθροῖς αὐτῶν πληγὴν μαχαίρας καὶ ἀναιρέσεως καὶ ἀπωλείας καὶ ἐποίησαν ἐν τοῖς μισοῦσιν αὐτοὺς κατὰ τὸ θέλημα αὐτῶν.
6καὶ ἐν Σούσοις τῇ πόλει ἀπέκτειναν οἱ Ἰουδαῖοι ἄνδρας πεντακοσίους,
7τόν τε Φαρσαννὲς καὶ Δελφὼν καὶ Φασγὰ
8καὶ Φαραδαθὰ καὶ Βαρέα καὶ Σαρβακὰ
9καὶ Μαρμασιμὰ καὶ Ρουφαῖον καὶ Ἀρσαῖον καὶ Ζαβουθαῖον,
10τοὺς δέκα υἱοὺς Ἀμὰν Ἀμαδάθου Βουγαίου τοῦ ἐχθροῦ τῶν Ἰουδαίων, καὶ διήρπασαν.
11ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐπεδόθη ὁ ἀριθμὸς τῷ βασιλεῖ τῶν ἀπολωλότων ἐν Σούσοις.
12εἶπε δὲ ὁ βασιλεὺς πρὸς Ἐσθήρ· ἀπώλεσαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ πόλει ἄνδρας πεντακοσίους· ἐν δὲ τῇ περιχώρῳ πῶς οἴει ἐχρήσαντο; τί οὖν ἀξιοῖς ἔτι, καὶ ἔσται σοι;
13καὶ εἶπεν Ἐσθὴρ τῷ βασιλεῖ· δοθήτω τοῖς Ἰουδαίοις χρῆσθαι ὡσαύτως τὴν αὔριον, ὥστε τοὺς δέκα υἱοὺς Ἀμὰν κρεμάσαι.
14καὶ ἐπέτρεψεν οὕτως γενέσθαι καὶ ἐξέθηκε τοῖς Ἰουδαίοις τῆς πόλεως τὰ σώματα τῶν υἱῶν Ἀμὰν κρεμάσαι.
15καὶ συνήχθησαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ Ἀδὰρ καὶ ἀπέκτειναν ἄνδρας τριακοσίους καὶ οὐδὲν διήρπασαν.
16οἱ δὲ λοιποὶ τῶν Ἰουδαίων οἱ ἐν τῇ βασιλείᾳ συνήχθησαν καὶ ἑαυτοῖς ἐβοήθουν καὶ ἀνεπαύσαντο ἀπὸ τῶν πολεμίων· ἀπώλεσαν γὰρ αὐτῶν μυρίους πεντακισχιλίους τῇ τρισκαιδεκάτῃ τοῦ Ἀδὰρ καὶ οὐδὲν διήρπασαν.
17καὶ ἀνεπαύσαντο τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς καὶ ἦγον αὐτὴν ἡμέραν ἀναπαύσεως μετὰ χαρᾶς καὶ εὐφροσύνης.
18οἱ δὲ Ἰουδαῖοι ἐν Σούσοις τῇ πόλει συνήχθησαν καὶ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ ἀνεπαύσαντο· ἦγον δὲ καὶ τὴν πεντεκαιδεκάτην μετὰ χαρᾶς καὶ εὐφροσύνης.
19διὰ τοῦτο οὖν οἱ Ἰουδαῖοι οἱ διεσπαρμένοι ἐν πάσῃ χώρᾳ τῇ ἔξω ἄγουσι τὴν τεσσαρεσκαιδεκάτην τοῦ Ἀδὰρ ἡμέραν ἀγαθὴν μετ᾿ εὐφροσύνης ἀποστέλλοντες μερίδας ἕκαστος τῷ πλησίον.
20Ἔγραψε δὲ Μαρδοχαῖος τοὺς λόγους τούτους εἰς βιβλίον καὶ ἐξαπέστειλε τοῖς Ἰουδαίοις, ὅσοι ἦσαν ἐν τῇ Ἀρταξέρξου βασιλεία, τοῖς ἐγγὺς καὶ τοῖς μακράν,
21στῆσαι τὰς ἡμέρας ταύτας ἀγαθὰς ἄγειν τε τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν πεντεκαιδεκάτην τοῦ Ἀδὰρ 22 ἐν γὰρ ταύταις ταῖς ἡμέραις ἀνεπαύσαντο οἱ Ἰουδαῖοι ἀπὸ τῶν ἐχθρῶν αὐτῶν καὶ τὸν μῆνα, ἐν ᾧ ἐστράφη αὐτοῖς (ὃς ἦν Ἀδὰρ) ἀπὸ πένθους εἰς χαρὰν καὶ ἀπὸ ὀδύνης εἰς ἀγαθὴν ἡμέραν, ἄγειν ὅλον ἀγαθὰς ἡμέρας γάμων καὶ εὐφροσύνης, ἐξαποστέλλοντας μερίδας τοῖς φίλοις καὶ τοῖς πτωχοῖς.
23καὶ προσεδέξαντο οἱ Ἰουδαῖοι, καθὼς ἔγραψεν αὐτοῖς ὁ Μαρδοχαῖος,
24πῶς Ἀμὰν Ἀμαδάθου, ὁ Μακεδών, ἐπολέμει αὐτούς, καθὼς ἔθετο ψήφισμα καὶ κλῆρον ἀφανίσαι αὐτούς,
25καὶ ὡς εἰσῆλθε πρὸς τὸν βασιλέα λέγων κρεμάσαι τὸν Μαρδοχαῖον· ὅσα δὲ ἐπεχείρησεν ἐπάξαι ἐπὶ τοὺς Ἰουδαίους κακά, ἐπ᾿ αὐτὸν ἐγένοντο, καὶ ἐκρεμάσθη αὐτός, καὶ τὰ τέκνα αὐτοῦ.
26διὰ τοῦτο ἐπεκλήθησαν αἱ ἡμέραι αὗται Φρουραὶ διὰ τοὺς κλήρους, ὅτι τῇ διαλέκτῳ αὐτῶν καλοῦνται Φρουραί, διὰ τοὺς λόγους τῆς ἐπιστολῆς ταύτης καὶ ὅσα πεπόνθασι διὰ ταῦτα καὶ ὅσα αὐτοῖς ἐγένετο,
27καὶ ἔστησε· καὶ προσεδέχοντο οἱ Ἰουδαῖοι ἐφ᾿ ἑαυτοῖς καὶ ἐπὶ τῷ σπέρματι αὐτῶν καὶ ἐπὶ τοῖς προστεθειμένοις ἐπ᾿ αὐτῶν, οὐδὲ μὴν ἄλλων χρήσονται. αἱ δὲ ἡμέραι αὗται μνημόσυνον ἐπιτελούμενον κατὰ γενεὰν καὶ γενεὰν καὶ πόλιν καὶ πατριὰν καὶ χώραν.
28αἱ δὲ ἡμέραι αὗται τῶν Φρουραὶ ἀχθήσονται εἰς τὸν ἅπαντα χρόνον, καὶ τὸ μνημόσυνον αὐτῶν οὐ μὴ ἐκλίπῃ ἐκ τῶν γενεῶν.
29καὶ ἔγραψεν Ἐσθὴρ ἡ βασίλισσα θυγάτηρ Ἀμιναδὰβ καὶ Μαρδοχαῖος ὁ Ἰουδαῖος ὅσα ἐποίησαν τό τε στερέωμα τῆς ἐπιστολῆς τῶν Φρουραί.
30καὶ Μαρδοχαῖος καὶ Ἐσθὴρ ἡ βασίλισσα ἔστησαν ἑαυτοῖς καθ᾿ ἑαυτῶν, καὶ τότε στήσαντες κατὰ τῆς ὑγείας ἑαυτῶν καὶ τὴν βουλὴν αὐτῶν.
31καὶ Ἐσθὴρ λόγῳ ἔστησεν εἰς τὸν αἰῶνα, καὶ ἐγράφη εἰς μνημόσυνον.
Tip: use the ← and → keys to turn chapters.