ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ
Chapter 27
Septuagint (Greek Old Te…
vs Douay-Rheims Bible…
Aa
Text size
Line width
Verse numbers

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ 27

Septuagint (Greek Old Testament), second edition
Douay-Rheims Bible, American Edition (1899)
1ΚΑΙ προσέταξε Μωυσῆς καὶ ἡ γερουσία Ἰσραὴλ λέγων· φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.
1And Moses with the ancients of Israel commanded the people, saying: Keep every commandment that I command you this day.
2καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ
2And when you are passed over the Jordan into the land which the Lord thy God will give thee, thou shalt set up great stones, and shalt plaster them over with plaster,
3καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, ἡνίκα ἂν εἰσέλθητε εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων σου δίδωσί σοι, γῆν ρέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπε Κύριος ὁ Θεὸς τῶν πατέρων σού σοι·
3That thou mayst write on them all the words of this law, when thou art passed over the Jordan: that thou mayst enter into the land which the Lord thy God will give thee, a land flowing with milk and honey, as he swore to thy fathers.
4καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, στήσετε τοὺς λίθους τούτους, οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν ὄρει Γαιβὰλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ.
4Therefore when you are passed over the Jordan, set up the stones which I command you this day, in mount Hebal, and thou shalt plaster them with plaster:
5καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου, θυσιαστήριον ἐκ λίθων, οὐκ ἐπιβαλεῖς ἐπ᾿ αὐτὸ σίδηρον·
5And thou shalt build there an altar to the Lord thy God, of stones which iron hath not touched,
6λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου καὶ ἀνοίσεις ἐπ᾿ αὐτὸ ὁλοκαυτώματα Κυρίῳ τῷ Θεῷ σου
6And of stones not fashioned nor polished: and thou shalt offer upon it holocausts to the Lord thy God:
7καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου καὶ φαγῇ καὶ ἐμπλησθήσῃ και εὐφρανθήσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου.
7And shalt immolate peace victims, and eat there, and feast before the Lord thy God.
8καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα.
8And thou shalt write upon the stones all the words of this law plainly and clearly,
9Καὶ ἐλάλησε Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ Ἰσραὴλ λέγοντες· σιώπα καὶ ἄκουε, Ἰσραήλ· ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν Κυρίῳ τῷ Θεῷ σου·
9And Moses and the priests of the race of Levi said to all Israel: Attend, and hear, O Israel: This day thou art made the people of the Lord thy God.
10καὶ εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.
10Thou shalt hear his voice, and do the commandments and justices which I command thee.
11Καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων·
11And Moses commanded the people in that day, saying:
12οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζὶν διαβάντες τὸν Ἰορδάνην· Συμεών, Λευί, Ἰούδας, Ἰσσάχαρ, Ἰωσὴφ καὶ Βενιαμίν.
12These shall stand upon mount Garizim to bless the people, when you are passed the Jordan: Simeon, Levi, Juda, Issachar, Joseph, and Benjamin.
13καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβάλ· Ρουβήν, Γὰδ καὶ Ἀσήρ, Ζαβουλών, Δὰν καὶ Νεφθαλί.
13And over against them shall stand on mount Hebal to curse: Ruben, Gad, and Aser, and Zabulon, Dan, and Nephtali.
14καὶ ἀποκριθέντες ἐροῦσιν οἱ Λευῖται παντὶ Ἰσραὴλ φωνῇ μεγάλῃ·
14And the Levites shall pronounce, and say to all the men of Israel with a loud voice:
15Ἐπικατάρατος ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν, βδέλυγμα Κυρίῳ, ἔργον χειρῶν τεχνιτῶν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ· καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσι· γένοιτο.
15Cursed be the man that maketh a graven and molten thing, the abomination of the Lord, the work of the hands of artificers, and shall put it in a secret place: and all the people shall answer and say: Amen.
16ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
16Cursed be he that honoureth not his father and mother: and all the people shall say: Amen.
17ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
17Cursed be he that removeth his neighbour’s landmarks: and all the people shall say: Amen.
18ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
18Cursed be he that maketh the blind to wander out of his way: and all the people shall say: Amen.
19ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
19Cursed be he that perverteth the judgment of the stranger, of the fatherless and the widow: and all the people shall say: Amen.
20ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψε συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
20Cursed be he that lieth with his father’s wife, and uncovereth his bed: and all the people shall say: Amen.
21ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
21Cursed be he that lieth with any beast: and all the people shall say: Amen.
22ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἢ μητρὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
22Cursed be he that lieth with his sister, the daughter of his father, or of his mother: and all the people shall say: Amen.
23ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο. ἐπικατάρατος ὁ κοιμώμενος μετὰ τῆς ἀδελφῆς τῆς γυναικὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
23Cursed be he that lieth with his mother in law: and all the people shall say: Amen.
24ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον δόλῳ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
24Cursed be he that secretly killeth his neighbour: and all the people shall say: Amen.
25ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
25Cursed be he that taketh gifts, to slay an innocent person: and all the people shall say: Amen.
26ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου τούτου ποιῆσαι αὐτούς· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
26Cursed be he that abideth not in the words of this law, and fulfilleth them not in work: and all the people shall say: Amen.

Tip: use the ← and → keys to turn chapters.