ΜΑΚΚΑΒΑΙΩΝ Γ 3

1Α καὶ μεταλαμβάνων ὁ δυσσεβὴς ἐπὶ τοσοῦτον ἐχόλησεν, ὥστε οὐ μόνον τοῖς κατ' Ἀλεξάνδρειαν διοργίζεσθαι, ἀλλὰ καὶ τοῖς ἐν τῇ χώρᾳ βαρυτέρως ἐναντιωθῆναι καὶ προστάξαι σπεύσαντας συναγαγεῖν πάντας ἐπὶ τὸ αὐτὸ καὶ χειρίστῳ μόρῳ τοῦ ζῆν μεταστῆσαι.

2τούτων δὲ οἰκονομουμένων φήμη δυσμενὴς ἐξηχεῖτο κατὰ τοῦ γένους ἀνθρώποις συμφρονοῦσιν εἰς κακοποίησιν, ἀφορμῆς διδομένης εἰς διάθεσιν, ὡς ἂν ἀπὸ τῶν νομίμων αὐτοὺς κωλυόντων.

3οἱ δὲ Ἰουδαῖοι τὴν μὲν πρὸς τοὺς βασιλεῖς εὔνοιαν καὶ πίστιν ἀδιάστροφον ἦσαν διαφυλάσσοντες,

4σεβόμενοι δὲ τὸν Θεὸν καὶ τῷ τούτου νόμῳ πολιτευόμενοι χωρισμὸν ἐποίουν ἐπὶ τῷ κατὰ τὰς τροφάς, δι' ἣν αἰτίαν ἐνίοις ἀπεχθεῖς ἐφαίνοντο.

5τῇ δὲ τῶν δικαίων εὐπραξίᾳ κοσμοῦντες τὴν συναναστροφὴν ἅπασιν ἀνθρώποις εὐδόκιμοι καθειστήκεισαν.

6τὴν μὲν οὖν περὶ τοῦ γένους ἐν πᾶσι θρυλουμένην εὐπραξίαν οἱ ἀλλόφυλοι οὐδαμῶς διηριθμήσαντο,

7τὴν δὲ περὶ τῶν προσκυνήσεων καὶ τροφῶν διάστασιν ἐθρύλουν, φάσκοντες μήτε τῷ βασιλεῖ μήτε ταῖς δυνάμεσιν ὁμοσπόνδους τοὺς ἀνθρώπους γενέσθαι, δυσμενεῖς δὲ εἶναι καὶ μέγα τι τοῖς πράγμασιν ἐναντιουμένους· καὶ οὐ τῷ τυχόντι περιῆψαν ψόγῳ.

8οἱ δὲ κατὰ τὴν πόλιν ¨Ελληνες οὐδὲν ἠδικημένοι, ταραχὴν ἀπροσδόκητον περὶ τοὺς ἀνθρώπους θεωροῦντες καὶ συνδρομὰς ἀπροσκόπτους γινομένας, βοηθεῖν μὲν οὐκ ἔσθενον, τυραννικὴ γὰρ ἦν ἡ διάθεσις, παρεκάλουν δὲ καὶ δυσφόρως εἶχον καὶ μεταπεσεῖσθαι ταῦτα ὑπελάμβανον·

9μὴ γὰρ οὕτως παροραθήσεσθαι τηλικοῦτο σύστεμα μηδὲν ἠγνοηκός.

10ἤδη δὲ καί τινες γείτονές τε καὶ φίλοι καὶ συμπραγματευόμενοι μυστικῶς τινας ἐπισπώμενοι, πίστεις ἐδίδουν συνασπιεῖν καὶ πᾶν ἐκτενὲς προσοίσεσθαι πρὸς ἀντίληψιν.

11Ἐκεῖνος μὲν οὖν τῇ κατὰ τὸ παρὸν εὐημερίᾳ γεγαυρωμένος καὶ οὐ καθορῶν τὸ τοῦ μεγίστου Θεοῦ κράτος, ὑπολαμβάνων δὲ διηνεκῶς ἐν τῇ αὐτῇ διαμένειν βουλῇ, ἔγραψε κατ' αὐτῶν ἐπιστολὴν τήνδε·

12‘Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατ' Αἴγυπτον καὶ κατὰ τόπον στρατηγοῖς καὶ στρατιώταις χαίρειν καὶ ἐρρῶσθαι·

13ἔρρωμαι δὲ καὶ ἐγὼ αὐτὸς καὶ τὰ πράγματα ἡμῶν.

14τῆς εἰς τὴν Ἀσίαν γενομένης ἡμῖν ἐπιστρατείας, ἧς ἴστε καὶ αὐτοί, τῇ τῶν θεῶν πρὸς ἡμᾶς ἀπροπτώτῳ συμμαχίᾳ καὶ τῇ ἡμετέρᾳ δὲ ρώμῃ κατὰ λόγον ἐπ' ἄριστον τέλος ἀχθείσης,

15ἡγησάμεθα μὴ βίᾳ δόρατος, ἐπιεικείᾳ δὲ καὶ πολλῇ φιλανθρωπίᾳ τιθηνήσασθαι τὰ κατοικοῦντα Κοίλην Συρίαν καὶ Φοινίκην ἔθνη εὐ ποιῆσαί τε ἀσμένως.

16καὶ τοῖς κατὰ πόλεσιν ἱεροῖς ἀπονείμαντες προσόδους πλείστας, προήχθημεν καὶ εἰς τὰ Ἱεροσόλυμα ἀναβάντες τιμῆσαι τὸ ἱερὸν τῶν ἀλιτηρίων καὶ μηδέποτε ληγόντων τῆς ἀνοίας.

17οἱ δὲ λόγῳ μὲν τὴν ἡμετέραν ἀποδεξάμενοι παρουσίαν, τῷ δὲ πράγματι νόθως, προθυμηθέντων ἡμῶν εἰσελθεῖν εἰς τὸν ναὸν αὐτῶν καὶ τοῖς ἐκπρεπέσι καὶ καλλίστοις ἀναθήμασι τιμῆσαι,

18τύφοις φερόμενοι παλαιοτέροις, εἶρξαν ἡμᾶς τῆς εἰσόδου, ἀπολειπόμενοι τῆς ἡμετέρας ἀλκῆς δι' ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους φιλανθρωπίαν.

19τὴν δὲ αὐτῶν εἰς ἡμᾶς δυσμένειαν ἔκδηλον καθιστάντες, ὡς μονώτατοι τῶν ἐθνῶν βασιλεῦσι καὶ τοῖς ἑαυτῶν εὐεργέταις ὑψαυχενοῦντες, οὐδὲν γνήσιον βούλονται φέρειν.

20ἡμεῖς δὲ τῇ τούτων ἀνοίᾳ συμπεριενεχθέντες καὶ μετὰ νίκης διακομισθέντες καὶ εἰς τὴν Αἴγυπτον τοῖς πᾶσιν ἔθνεσι φιλανθρώπως ἀπαντήσαντες καθὼς ἔπρεπεν ἐποιήσαμεν.

21ἐν δὲ τούτοις πρὸς τοὺς ὁμοφύλους αὐτῶν ἀμνησικακίαν ἅπασι γνωρίζοντες, διά τε τὴν συμμαχίαν καὶ τὰ πεπιστευμένα μετὰ ἁπλότητος αὐτοῖς ἀρχῆθεν μύρια πράγματα τολμήσαντες ἐξαλλοιῶσαι, ἐβουλήθημεν καὶ πολιτείας αὐτοὺς Ἀλεξανδρέων καταξιῶσαι καὶ μετόχους τῶν ἀεὶ ἱερέων καταστῆσαι.

22οἱ δὲ τοὐναντίον ἐκδεχόμενοι καὶ τῇ συμφύτῳ κακοηθείᾳ τὸ καλὸν ἀπωσάμενοι, διηνεκῶς δὲ εἰς τὸ φαῦλον ἐκνεύοντες,

23οὐ μόνον ἀπεστρέψαντο τὴν ἀτίμητον πολιτείαν, ἀλλὰ καὶ βδελύσσονται λόγῳ τε καὶ σιγῇ τοὺς ἐν αὐτοῖς ὀλίγους πρὸς ἡμᾶς γνησίως διακειμένους, παρέκαστα ὑφορώμενοι διὰ τῆς δυσκλεεστάτης ἐμβιώσεως διὰ τάχους ἡμᾶς καταστρέψαι τὰ κατορθώματα.

24διὸ καὶ τεκμηρίοις καλῶς πεπεισμένοι, τούτους κατὰ πάντα δυσνοεῖν ἡμῖν τρόπον καὶ προνοούμενοι μήποτε αἰφνιδίου μετέπειτα ταραχῆς ἐνστάσης ἡμῖν τοὺς δυσσεβεῖς τούτους κατὰ νώτου προδότας καὶ βαρβάρους ἔχωμεν πολεμίους

25προστετάχαμεν ἅμα τῷ προσπεσεῖν τὴν ἐπιστολὴν τήνδε αὐθωρεὶ τοὺς ἐννεμομένους σὺν γυναιξὶ καὶ τέκνοις μετὰ ὕβρεων καὶ σκυλμῶν ἀποστεῖλαι πρὸς ἡμᾶς ἐν δεσμοῖς σιδηροῖς πάντοθεν κατακεκλεισμένους, εἰς ἀνήκεστον καὶ δυσκλεῆ πρέποντα δυσμενέσι φόνον.

26τούτων γὰρ ὁμοῦ κολασθέντων, διειλήφαμεν εἰς τὸν ἐπίλοιπον χρόνον τελείως ἡμῖν τὰ πράγματα ἐν εὐσταθείᾳ καὶ βελτίστῃ διαθέσει κατασταθήσεσθαι.

27ὃς δι' ἂν σκεπάσῃ τινὰ τῶν Ἰουδαίων ἀπὸ γηραιοῦ μέχρι νηπίου μέχρι τῶν ὑπομαστιδίων, αἰσχίσταις βασάνοις ἀποτυμπανισθήσεται πανοικί.

28μηνύειν δὲ τὸν βουλόμενον, ἐφ' ᾧ τὴν οὐσίαν τοῦ ἐμπίπτοντος ὑπὸ τὴν εὔθυναν λήψεται καὶ ἐκ τοῦ βασιλικοῦ ἀργυρίου δραχμὰς δισχιλίας καὶ τῆς ἐλευθερίας τεύξεται καὶ στεφανωθήσεται.

29πᾶς δὲ τόπος, οὗ ἐὰν φωραθῇ τὸ σύνολον σκεπαζόμενος Ἰουδαῖος, ἄβατος καὶ πυριφλεγὴς γινέσθω καὶ πάσῃ θνητῇ φύσει κατὰ πάντα ἄχρηστος φανήσεται εἰς τὸν ἀεὶ χρόνον’.

30Καὶ ὁ μὲν τῆς ἐπιστολῆς τύπος οὕτως ἐγέγραπτο.

Tip: use the ← and → keys to turn chapters.