ΜΑΚΚΑΒΑΙΩΝ Δ
Chapter 3

ΜΑΚΚΑΒΑΙΩΝ Δ

Septuagint (Greek Old Te…
Compare
Aa
Text size
Line width
Verse numbers

ΜΑΚΚΑΒΑΙΩΝ Δ 3

1Εστι δέ κομιδῆ γελοῖος ὁ λόγος· οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται, ἀλλὰ τῶν σωματικῶν.

2οἷον ἐπιθυμίαν τις οὐ δύναται ἐκκόψαι ἡμῶν, ἀλλὰ μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται ὁ λογισμὸς παρασχέσθαι.

3θυμόν τις οὐ δύναται ἐκκόψαι ἡμῶν τῆς ψυχῆς, ἀλλὰ τῷ θυμῷ δυνατὸν τὸν λογισμὸν βοηθῆσαι.

4κακοήθειάν τις ἡμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ τὸ μὴ καμφθῆναι τῇ κακοηθείᾳ δύναιτ' ἂν ὁ λογισμὸς συμμαχῆσαι.

5οὐ γὰρ ἐκριζωτὴς τῶν παθῶν ὁ λογισμός ἐστιν, ἀλλ' ἀνταγωνιστής.

6ἔστι γοῦν τοῦτο διὰ τῆς Δαυὶδ τοῦ βασιλέως δίψης σαφέστερον ἐπιλογίσασθαι.

7ἐπεὶ γὰρ δι' ὅλης ἡμέρας προσβαλὼν τοῖς ἀλλοφύλοις ὁ Δαυὶδ πολλοὺς αὐτῶν ἀπέκτεινε μετὰ τῶν τοῦ ἔθνους στρατιωτῶν,

8τότε δὲ γενομένης ἑσπέρας, ἱδρῶν καὶ σφόδρα κεκμηκώς, ἐπὶ τὴν βασίλειον σκηνὴν ἦλθε, περὶ ἣν ὁ πᾶς τῶν προγόνων στρατὸς ἐστρατοπεδεύκει.

9οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὸ δεῖπνον ἦσαν,

10ὁ δὲ βασιλεὺς ὡς μάλιστα διψῶν, καίπερ ἀφθόνους ἔχων πηγάς, οὐκ ἠδύνατο δι' αὐτῶν ἰάσασθαι τὴν δίψαν,

11ἀλλά τις αὐτῶν ἀλόγιστος ἐπιθυμία τοῦ παρὰ τοῖς πολεμίοις ὕδατος ἐπιτείνουσα συνέφρυγε καὶ λύουσα κατέφλεγεν.

12ὅθεν τῶν ὑπασπιστῶν ἐπὶ τῇ τοῦ βασιλέως ἐπιθυμία σχετλιαζόντων, δύο νεανίσκοι στρατιῶται καρτεροὶ καταιδεσθέντες τὴν τοῦ βασιλέως ἐπιθυμίαν, τὰς παντευχίας καθωπλίσαντο καὶ κάλπην λαβόντες ὑπερέβησαν τοὺς τῶν πολεμίων χάρακας,

13καὶ λαθόντες τοὺς τῶν πυλῶν ἀκροφύλακας, διεξῃ£εσαν ἀνερευνώμενοι κατὰ πᾶν τὸ τῶν πολεμίων στρατόπεδον.

14καὶ ἀνευράμενοι τὴν πηγήν, ἐξ αὐτῆς θαρραλέως ἐγέμισαν τῷ βασιλεῖ τὸ ποτόν.

15ὁ δὲ καίπερ τῷ δίψει διαπυρούμενος, ἐλογίσατο πάνδεινον εἶναι κίνδυνον τῇ ψυχῇ λογισθὲν ἰσοδύναμον ποτὸν αἵματι·

16ὅθεν ἀντιθεὶς τῇ ἐπιθυμίᾳ τὸν λογισμὸν ἔσπεισε τὸ πόμα τῷ Θεῷ,

17δυνατὸς γὰρ ὁ σώφρων νοῦς, ὡς ἔφην, νικῆσαι τὰς τῶν παθῶν ἀνάγκας

18καὶ σβέσαι τὰς τῶν οἴστρων φλεγμονὰς καὶ τὰς τῶν σωμάτων ἀλγηδόνας καθ' ὑπερβολὴν οὔσας καταπαλαῖσαι καὶ τῇ καλοκαγαθίᾳ τοῦ λογισμοῦ ἀποπτύσαι πάσας τὰς τῶν παθῶν ἐπικρατείας.

19Ἤδη δὲ καὶ ὁ καιρὸς ἡμᾶς καλεῖ ἐπὶ τὴν ἀπόδειξιν τῆς θεωρίας τοῦ σώφρονος λογισμοῦ.

20Ἐπειδὴ γὰρ βαθεῖαν εἰρήνην διὰ τὴν εὐνομίαν οἱ πατέρες ἡμῶν εἶχον καὶ ἔπραττον καλῶς, ὥστε καὶ τὸν τῆς Ἀσίας βασιλέα Σέλευκον καὶ τὸν Νικάνορα καὶ χρήματα εἰς τὴν ἱερουργίαν αὐτοῖς ἀφορίσαι καὶ τὴν πολιτείαν αὐτῶν ἀποδέχεσθαι,

21τότε δή τινες πρὸς τὴν κοινὴν νεωτερίσαντες ὁμόνοιαν πολυτρόποις ἐχρήσαντο συμφοραῖς.

Tip: use the ← and → keys to turn chapters.