ΒΑΣΙΛΕΙΩΝ Α 12
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Berean Standard Bible
1ΚΑΙ εἶπε Σαμουὴλ πρὸς πάντα Ἰσραήλ· ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα, ὅσα εἴπατέ μοι, καὶ ἐβασίλευσα ἐφ᾿ ὑμᾶς βασιλέα.
1Then Samuel said to all Israel, “I have listened to your voice in all that you have said to me, and I have set over you a king.
2καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν, κἀγὼ γεγήρακα καὶ καθήσομαι, καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν· κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητος καὶ ἕως τῆς ἡμέρας ταύτης.
2Now here is the king walking before you, and I am old and gray, and my sons are here with you. I have walked before you from my youth until this day.
3ἰδοὺ ἐγώ, ἀποκρίθητε κατ᾿ ἐμοῦ ἐνώπιον Κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίθητε κατ᾿ ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν.
3Here I am. Bear witness against me before the LORD and before His anointed: Whose ox or donkey have I taken? Whom have I cheated or oppressed? From whose hand have I accepted a bribe and closed my eyes? Tell me, and I will restore it to you.”
4καὶ εἶπαν πρὸς Σαμουήλ· οὐκ ἠδίκησας ἡμᾶς καὶ οὐ κατεδυνάστευσας ἡμᾶς καὶ οὐκ ἔθλασας ἡμᾶς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν.
4“You have not wronged us or oppressed us,” they replied, “nor have you taken anything from the hand of man.”
5καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαόν· μάρτυς Κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ, ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐδέν. καὶ εἶπαν· μάρτυς.
5Samuel said to them, “The LORD is a witness against you, and His anointed is a witness today, that you have not found anything in my hand.” “He is a witness,” they replied.
6καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν λέγων· μάρτυς Κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν Ἀαρών, ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου.
6Then Samuel said to the people, “The LORD is the One who appointed Moses and Aaron, and who brought your fathers up out of the land of Egypt.
7καὶ νῦν κατάστητε, καὶ δικάσω ὑμᾶς ἐνώπιον Κυρίου καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην Κυρίου, ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν·
7Now present yourselves, so that I may confront you before the LORD with all the righteous acts He has done for you and your fathers.
8ὡς εἰσῆλθεν Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος, καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς Κύριον, καὶ ἀπέστειλε Κύριος τὸν Μωυσῆν καὶ τὸν Ἀαρὼν καὶ ἐξήγαγον τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ.
8When Jacob went to Egypt, your fathers cried out to the LORD, and He sent them Moses and Aaron, who brought your fathers out of Egypt and settled them in this place.
9καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισάρᾳ ἀρχιστρατήγῳ Ἰαβὶν βασιλέως Ἀσὼρ καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως Μωάβ, καὶ ἐπολέμησαν ἐν αὐτοῖς.
9But they forgot the LORD their God, and He sold them into the hand of Sisera the commander of the army of Hazor, and into the hands of the Philistines and the king of Moab, who fought against them.
10καὶ ἐβόησαν πρὸς Κύριον καὶ ἔλεγον· ἡμάρτομεν, ὅτι ἐγκατελίπομεν τὸν Κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι· καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν, καὶ δουλεύσομέν σοι.
10Then they cried out to the LORD and said, ‘We have sinned, for we have forsaken the LORD and served the Baals and Ashtoreths. Now deliver us from the hands of our enemies, that we may serve You.’
11καὶ ἀπέστειλε Κύριος τὸν Ἱεροβάαλ καὶ τὸν Βαρὰκ καὶ τὸν Ἰεφθάε καὶ τὸν Σαμουὴλ καὶ ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν τῶν κυκλόθεν, καὶ κατῳκεῖτε πεποιθότες.
11So the LORD sent Jerubbaal, Barak, Jephthah, and Samuel, and He delivered you from the hands of your enemies on every side, and you dwelt securely.
12καὶ ἴδετε ὅτι Νάας βασιλεὺς υἱῶν Ἀμμὼν ἦλθεν ἐφ᾿ ὑμᾶς, καὶ εἴπατε· οὐχί, ἀλλ᾿ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ᾿ ἡμῶν· καὶ Κύριος ὁ Θεὸς ἡμῶν βασιλεὺς ἡμῶν.
12But when you saw that Nahash king of the Ammonites was moving against you, you said to me, ‘No, we must have a king to rule over us’—even though the LORD your God was your king.
13καὶ νῦν ἰδοὺ ὁ βασιλεύς, ὃν ἐξελέξασθε, καὶ ἰδοὺ δέδωκε Κύριος ἐφ᾿ ὑμᾶς βασιλέα.
13Now here is the king you have chosen, the one you requested. Behold, the LORD has placed a king over you.
14ἐὰν φοβηθῆτε τὸν Κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι Κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ᾿ ὑμῶν ὀπίσω Κυρίου πορευόμενοι·
14If you fear the LORD and serve Him and obey His voice, and if you do not rebel against the command of the LORD, and if both you and the king who reigns over you follow the LORD your God, then all will be well.
15ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου καὶ ἐρίσητε τῷ στόματι Κυρίου, καὶ ἔσται χεὶρ Κυρίου ἐφ᾿ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν.
15But if you disobey the LORD and rebel against His command, then the hand of the LORD will be against you as it was against your fathers.
16καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ρῆμα τό μέγα τοῦτο, ὃ ὁ Κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν.
16Now, therefore, stand and see this great thing that the LORD will do before your eyes.
17οὐχὶ θερισμὸς πυρῶν σήμερον; ἐπικαλέσομαι Κύριον, καὶ δώσει φωνὰς καὶ ὑετόν, καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη, ἣν ἐποιήσατε ἐνώπιον Κυρίου, αἰτήσαντες ἑαυτοῖς βασιλέα.
17Is it not the wheat harvest today? I will call on the LORD to send thunder and rain, so that you will know and see what a great evil you have committed in the sight of the LORD by asking for a king.”
18καὶ ἐπεκαλέσατο Σαμουὴλ τὸν Κύριον, καὶ ἔδωκε Κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν Κύριον σφόδρα καὶ τὸν Σαμουήλ.
18So Samuel called to the LORD, and on that day the LORD sent thunder and rain. As a result, all the people greatly feared the LORD and Samuel.
19καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουήλ· πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς Κύριον Θεόν σου, καὶ οὐ μὴ ἀποθάνωμεν, ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα.
19They pleaded with Samuel, “Pray to the LORD your God for your servants so that we will not die! For we have added to all our sins the evil of asking for a king.”
20καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαόν· μὴ φοβεῖσθε· ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην, πλὴν μὴ ἐκκλίνητε ἀπό ὄπισθεν Κυρίου καὶ δουλεύσατε τῷ Κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν
20“Do not be afraid,” Samuel replied. “Even though you have committed all this evil, do not turn aside from following the LORD, but serve the LORD with all your heart.
21καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων, οἳ οὐ περανοῦσιν οὐθὲν καὶ οἳ οὐκ ἐξελοῦνται, ὅτι οὐθέν εἰσιν.
21Do not turn aside after worthless things that cannot profit you or deliver you, for they are empty.
22ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα, ὅτι ἐπιεικῶς Κύριος προσελάβετο ὑμᾶς εἰς λαόν.
22Indeed, for the sake of His great name, the LORD will not abandon His people, because He was pleased to make you His own.
23καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ Κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν, καὶ δουλεύσω τῷ Κυρίῳ καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν·
23As for me, far be it from me that I should sin against the LORD by ceasing to pray for you. And I will continue to teach you the good and right way.
24πλὴν φοβεῖσθε τὸν Κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ὅτι ἴδετε ἃ ἐμεγάλυνε μεθ᾿ ὑμῶν,
24Above all, fear the LORD and serve Him faithfully with all your heart; consider what great things He has done for you.
25καὶ ἐὰν κακίᾳ κακοποιήσητε, καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε.
25But if you persist in doing evil, both you and your king will be swept away.”
Tip: use the ← and → keys to turn chapters.