ΜΑΚΚΑΒΑΙΩΝ Α 15
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Douay-Rheims Bible, American Edition (1899)
1ΚΑΙ ἀπέστειλεν ὁ Ἀντίοχος υἱὸς Δημητρίου τοῦ βασιλέως ἐπιστολὰς ἀπὸ τῶν νήσων τῆς θαλάσσης Σίμωνι ἱερεῖ καὶ ἐθνάρχῃ τῶν Ἰουδαίων καὶ παντὶ τῷ ἔθνει.
1And king Antiochus the son of Demetrius sent letters from the isles of the sea to Simon the priest, and prince of the nation of the Jews, and to all the people:
2καὶ ἦσαν περιέχουσαι τὸν τρόπον τοῦτον· ‘Βασιλεὺς Ἀντίοχος Σίμωνι ἱερεῖ μεγάλῳ καὶ ἐθνάρχῃ καὶ ἔθνει Ἰουδαίων χαίρειν,
2And the contents were these: King Antiochus to Simon the high priest, and to the nation of the Jews, greeting.
3ἐπειδὴ ἄνδρες λοιμοὶ κατεκράτησαν τῆς βασιλείας τῶν πατέρων ἡμῶν, βούλομαι δὲ ἀντιποιήσασθαι τῆς βασιλείας, ὅπως ἀποκαταστήσω αὐτὴν ὡς ἦν τὸ πρότερον, ἐξενολόγησα δὲ πλῆθος δυνάμεων καὶ κατεσκεύασα πλοῖα πολεμικά,
3Forasmuch as certain pestilent men have usurped the kingdom of our fathers, and my purpose is to challenge the kingdom, and to restore it to its former estate: and I have chosen a great army, and have built ships of war.
4βούλομαι δὲ ἐκβῆναι κατὰ τὴν χώραν, ὅπως μετέλθω τοὺς κατεφθαρκότας τὴν χώραν ἡμῶν καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τῇ βασιλείᾳ·
4And I design to go through the country that I may take revenge of them that have destroyed our country, and that have made many cities desolate in my realm.
5νῦν οὖν ἵστημί σοι πάντα τὰ ἀφαιρέματα, ἃ ἀφῆκάν σοι οἱ πρὸ ἐμοῦ βασιλεῖς καὶ ὅσα ἄλλα δόματα ἀφῆκάν σοι.
5Now therefore I confirm unto thee all the oblations which all the kings before me remitted to thee, and what other gifts soever they remitted to thee:
6καὶ ἐπέτρεψά σοι ποιῆσαι κόμμα ἴδιον νόμισμα τῇ χώρᾳ σου,
6And I give thee leave to coin thy own money in thy country:
7Ἱερουσαλὴμ δὲ καὶ τὰ ἅγια εἶναι ἐλεύθερα· καὶ πάντα τὰ ὅπλα ὅσα κατεσκεύασας, καὶ τὰ ὀχυρώματα, ἃ ᾠκοδόμησας ὧν κρατεῖς, μενέτω σοι.
7And let Jerusalem be holy and free, and all the armour that hath been made, and the fortresses which thou hast built, and which thou keepest in thy hands, let them remain to thee.
8καὶ πᾶν ὀφείλημα βασιλικὸν καὶ τὰ ἐσόμενα βασιλικά, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον ἀφιέσθω σοι·
8And all that is due to the king, and what should be the king’s hereafter, from this present and for ever, is forgiven thee.
9ὡς δ᾿ ἂν κρατήσωμεν τῆς βασιλείας ἡμῶν, δοξάσομέν σε καὶ τὸ ἔθνος σου καὶ τὸ ἱερὸν δόξῃ μεγάλῃ, ὥστε φανερὰν γενέσθαι τὴν δόξαν ὑμῶν ἐν πάσῃ τῇ γῇ’. 10 Ἔτους τετάρτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν Ἀντίοχος εἰς τὴν γῆν πατέρων αὐτοῦ, καὶ συνῆλθον πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις, ὥστε ὀλίγους εἶναι τοὺς καταλειφθέντας σὺν Τρύφωνι.
9And when we shall have recovered our kingdom, we will glorify thee, and thy nation, and the temple with great glory, so that your glory shall be made manifest in all the earth.
no verse 10 in this text
10In the year one hundred and seventy-four Antiochus entered into the land of this fathers, and all the forces assembled to him, so that few were left with Tryphon.
11καὶ ἐδίωξεν αὐτὸν Ἀντίοχος ὁ βασιλεύς, καὶ ἦλθε φεύγων εἰς Δωρᾶ τὴν ἐπὶ τῆς θαλάσσης·
11And king Antiochus pursued after him, and he fled along by the sea coast and came to Dora.
12εἶδε γὰρ ὅτι συνῆκται ἐπ᾿ αὐτὸν τὰ κακά, καὶ ἀφῆκαν αὐτὸν αἱ δυνάμεις.
12For he perceived that evils were gathered together upon him, and his troops had forsaken him.
13καὶ παρενέβαλεν Ἀντίοχος ἐπὶ Δωρᾶ καὶ σὺν αὐτῷ δώδεκα μυριάδες ἀνδρῶν πολεμιστῶν καὶ ὀκτακισχιλία ἵππος.
13And Antiochus camped above Dora with a hundred and twenty thousand men of war, and eight thousand horsemen:
14καὶ ἐκύκλωσε τὴν πόλιν, καὶ τὰ πλοῖα ἀπὸ θαλάσσης συνῆψαν, καὶ ἔθλιβε τὴν πόλιν ἀπὸ τῆς γῆς καὶ τῆς θαλάσσης, καὶ οὐκ εἴασεν οὐδένα ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι.
14And he invested the city, and the ships drew near by sea: and they annoyed the city by land, and by sea, and suffered none to come in, or to go out.
15Καὶ ἦλθε Νουμήνιος καὶ οἱ παρ᾿ αὐτοῦ ἐκ Ρώμης ἔχοντες ἐπιστολὰς τοῖς βασιλεῦσι καὶ ταῖς χώραις, ἐν αἷς ἐγέγραπτο τάδε·
15And Numenius, and they that had been with him, came from the city of Rome, having letters written to the kings, and countries, the contents whereof were these:
16‘Λεύκιος ὕπατος Ρωμαίων Πτολεμαίῳ βασιλεῖ χαίρειν.
16Lucius the consul of the Romans, to king Ptolemee, greeting.
17οἱ πρεσβευταὶ τῶν Ἰουδαίων ἦλθον πρὸς ἡμᾶς, φίλοι ἡμῶν καὶ σύμμαχοι, ἀνανεούμενοι τὴν ἐξ ἀρχῆς φιλίαν καὶ συμμαχίαν, ἀπεσταλμένοι ἀπὸ Σίμωνος τοῦ ἀρχιερέως καὶ τοῦ δήμου τῶν Ἰουδαίων·
17The ambassadors of the Jews our friends came to us, to renew the former friendship and alliance, being sent from Simon the high priest, and the people of the Jews.
18ἤνεγκαν δὲ ἀσπίδα χρυσῆν ἀπὸ μνῶν χιλίων.
18And they brought also a shield of gold of a thousand pounds.
19ἤρεσεν οὖν ἡμῖν γράψαι τοῖς βασιλεῦσι καὶ ταῖς χώραις ὅπως μὴ ἐκζητήσωσιν αὐτοῖς κακὰ καὶ μὴ πολεμήσωσιν αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν καὶ τὴν χώραν αὐτῶν καὶ ἵνα μὴ συμμαχήσωσι τοῖς πολεμοῦσιν αὐτούς.
19It hath seemed good therefore to us to write to the kings, and countries, that they should do them no harm, nor fight against them, their cities, or countries: and that they should give no aid to them that fight against them.
20ἔδοξε δὲ ἡμῖν δέξασθαι τὴν ἀσπίδα παρ᾿ αὐτῶν.
20And it hath seemed good to us to received the shield of them.
21εἴ τινες οὖν λοιμοὶ διαπεφεύγασιν ἐκ τῆς χώρας αὐτῶν πρὸς ἡμᾶς, παράδοτε αὐτοὺς Σίμωνι τῷ ἀρχιερεῖ, ὅπως ἐκδικήσῃ ἐν αὐτοῖς κατὰ τὸν νόμον αὐτῶν’. 22 Καὶ τὰ αὐτὰ ἔγραψε Δημητρίῳ τῷ βασιλεῖ καὶ Ἀττάλῳ, Ἀριαράθῃ καὶ Ἀρσάκῃ
21If therefore any pestilent men are fled out of their country to you, deliver them to Simon the high priest, that he may punish them according to their law.
no verse 22 in this text
22These same things were written to king Demetrius, and to Attalus, and to Ariarathes, and to Arsaces,
23καὶ εἰς πάσας τὰς χώρας καὶ Σαμψάμῃ καὶ Σπαρτιάταις καὶ εἰς Δῆλον καὶ Μύνδον καὶ Σικυῶνα καὶ εἰς τὴν Καρίαν καὶ εἰς Σάμον καὶ εἰς τὴν Παμφυλίαν καὶ εἰς τὴν Λυκίαν καὶ εἰς Ἁλικαρνασσὸν καὶ εἰς Ρόδον καὶ εἰς Φασηλίδα καὶ εἰς Κῶ καὶ εἰς Σίδην καὶ εἰς Ἄραδον καὶ εἰς Γόρτυναν καὶ Κνίδον καὶ Κύπρον καὶ Κυρήνην.
23And to all the countries; and to Lampsacus, and to the Spartans, and to Delus, and Myndus, and Sicyon, and Caria, and Samus, and Pamphylia, and Lycia, and Alicarnassus, and Cos, and Side, and Aradus, and Rhodes, and Phaselis, and Gortyna, and Gnidus, and Cyprus, and Cyrene.
24τὸ δὲ ἀντίγραφον αὐτῶν ἔγραψαν Σίμωνι τῷ ἀρχιερεῖ.
24And they wrote a copy thereof to Simon the high priest, and to the people of the Jews.
25Ἀντίοχος δὲ ὁ βασιλεὺς παρενέβαλεν ἐπὶ Δωρᾶ ἐν τῇ δευτέρᾳ, προσάγων διὰ παντὸς αὐτῇ τὰς χεῖρας καὶ μηχανὰς ποιούμενος καὶ συνέκλεισε τὸν Τρύφωνα τοῦ μὴ εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι.
25But king Antiochus moved his camp to Dora the second time, assaulting it continually, and making engines: and shut up Tryphon, that he could not go out.
26καὶ ἀπέστειλεν αὐτῷ Σίμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχῆσαι αὐτῷ καὶ ἀργύριον καὶ χρυσίον καὶ σκεύη ἱκανά.
26And Simon sent to him two thousand chosen men to aid him, silver also, and gold, and abundance of furniture.
27καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασθαι, ἀλλ᾿ ἠθέτησε πάντα, ὅσα συνέθετο αὐτῷ τὸ πρότερον, καὶ ἠλλοτριοῦντο αὐτῷ.
27And he would not receive them, but broke all the covenant that he had made with him before, and alienated himself from him.
28καὶ ἀπέστειλε πρὸς αὐτὸν Ἀθηνόβιον ἕνα τῶν φίλων αὐτοῦ κοινολογησάμενον αὐτῷ λέγων· ὑμεῖς κατακρατεῖτε τῆς Ἰόππης καὶ Γαζάρων καὶ τῆς ἄκρας τῆς ἐν Ἱερουσαλήμ, πόλεις τῆς βασιλείας μου.
28And he sent to him Athenobius one of his friends, to treat with him, saying: You hold Joppe, and Gazara, and the castle that is in Jerusalem, which are cities of my kingdom:
29τὰ ὅρια αὐτῶν ἠρημώσατε καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς καὶ ἐκυριεύσατε τόπων πολλῶν ἐν τῇ βασιλείᾳ μου.
29Their borders you have wasted, and you have made great havock in the land, and have got the dominion of many places in my kingdom.
30νῦν οὖν παράδοτε τὰς πόλεις, ἃς κατελάβεσθε, καὶ τοὺς φόρους τῶν τόπων, ὧν κατεκυριεύσατε ἐκτὸς τῶν ὁρίων τῆς Ἰουδαίας.
30Now therefore deliver up the cities that you have taken, and the tributes of the places whereof you have gotten the dominion without the borders of Judea.
31εἰ δὲ μή, δότε ἀντ᾿ αὐτῶν πεντακόσια τάλαντα ἀργυρίου καὶ τῆς καταφθορᾶς, ἧς κατεφθάρκατε, καὶ τῶν φόρων τῶν πόλεων ἄλλα τάλαντα πεντακόσια· εἰ δὲ μή, παραγενόμενοι ἐκπολεμήσομεν ὑμᾶς.
31But if not, give me for them five hundred talents of silver, and for the havock that you have made, and the tributes of the cities other five hundred talents: or else we will come and fight against you.
32καὶ ἦλθεν Ἀθηνόβιος φίλος τοῦ βασιλέως εἰς Ἱερουσαλὴμ καὶ εἶδε τὴν δόξαν Σίμωνος καὶ κυλικεῖον μετὰ χρυσωμάτων καὶ ἀργυρωμάτων καὶ παράστασιν ἱκανὴν καὶ ἐξίστατο καὶ ἀπήγγειλεν αὐτῶ τοὺς λόγους τοῦ βασιλέως.
32So Athenobius the king’s friend came to Jerusalem, and saw the glory of Simon and his magnificence in gold, and silver, and his great equipage, and he was astonished, and told him the king’s words.
33καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ· οὔτε γῆν ἀλλοτρίαν εἰλήφαμεν οὔτε ἀλλοτρίων κεκρατήκαμεν, ἀλλὰ τῆς κληρονομίας τῶν πατέρων ἡμῶν, ὑπὸ δὲ ἐχθρῶν ἡμῶν ἔν τινι καιρῷ ἀκρίτως κατεκρατήθη·
33And Simon answered him, and said to him: We have neither taken other men’s land, neither do we hold that which is other men’s: but the inheritance of our fathers, which was for some time unjustly possessed by our enemies.
34ἡμεῖς δὲ καιρὸν ἔχοντες ἀντεχόμεθα τῆς κληρονομίας τῶν πατέρων ἡμῶν.
34But we having opportunity claim the inheritance of our fathers.
35περὶ δὲ Ἰόππης καὶ Γαζάρων, ὧν αἰτεῖς, αὗται ἐποίουν ἐν τῷ λαῷ πληγὴν μεγάλην κατὰ τὴν χώραν ἡμῶν, τούτων δώσομεν τάλαντα ἑκατόν. καὶ οὐκ ἀπεκρίθη αὐτῷ Ἀθηνόβιος λόγον,
35And as to thy complaints concerning Joppe and Gazara, they did great harm to the people, and to our country: yet for these we will give a hundred talents. And Athenobius answered him not a word:
36ἀπέστρεψε δὲ μετὰ θυμοῦ πρὸς τὸν βασιλέα καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τούτους καὶ τὴν δόξαν Σίμωνος καὶ πάντα, ὅσα εἶδε, καὶ ὠργίσθη ὁ βασιλεὺς ὀργὴν μεγάλην.
36But returning in a rage to the king, made report to him of these words, and of the glory of Simon, and of all that he had seen, and the king was exceeding angry.
37Τρύφων δὲ ἐμβὰς εἰς πλοῖον ἔφυγεν εἰς Ὀρθωσιάδα.
37And Tryphon fled away by ship to Orthosias.
38καὶ κατέστησεν ὁ βασιλεὺς τὸν Κενδεβαῖον στρατηγὸν τῆς παραλίας καὶ δυνάμεις πεζικὰς καὶ ἱππικὰς ἔδωκεν αὐτῷ·
38And the king appointed Cendebeus captain of the sea coast, and gave him an army of footmen and horsemen.
39καὶ ἐνετείλατο αὐτῷ παρεμβαλεῖν κατὰ πρόσωπον τῆς Ἰουδαίας καὶ ἐνετείλατο αὐτῷ οἰκοδομῆσαι τὴν Κεδρὼν καὶ ὀχυρῶσαι τὰς πύλας καὶ ὅπως πολεμήσῃ τὸν λαόν· ὁ δὲ βασιλεὺς ἐδίωκε τὸν Τρύφωνα.
39And he commanded him to march with his army towards Judea: and he commanded him to build up Gedor, and to fortify the gates of the city, and to war against the people. But the king himself pursued after Tryphon.
40καὶ παρεγενήθη Κενδεβαῖος εἰς Ἰάμνειαν καὶ ἤρξατο τοῦ ἐρεθίζειν τὸν λαὸν καὶ ἐμβατεύειν εἰς τὴν Ἰουδαίαν καὶ αἰχμαλωτίζειν τὸν λαὸν καὶ φονεύειν,
40And Cendebeus came to Jamnia, and began to provoke the people, and to ravage Judea, and to take the people prisoners, and to kill, and to build Gedor.
41καὶ ᾠκοδόμησε τὴν Κεδρὼν καὶ ἔταξεν ἐκεῖ ἱππεῖς καὶ δυνάμεις, ὅπως ἐκπορευόμενοι ἐξοδεύωσι τὰς ὁδοὺς τῆς Ἰουδαίας, καθὰ συνέταξεν αὐτῷ ὁ βασιλεύς.
41And he placed there horsemen, and an army: that they might issue forth, and make incursions upon the ways of Judea, as the king had commanded him.
Tip: use the ← and → keys to turn chapters.