ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α
Chapter 21
Septuagint (Greek Old Te…
vs King James Version…
Aa
Text size
Line width
Verse numbers

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α 21

Septuagint (Greek Old Testament), second edition
King James Version with Apocrypha
1ΚΑΙ ἔστη διάβολος ἐν τῷ Ἰσραὴλ καὶ ἐπέσεισε τὸν Δαυὶδ τοῦ ἀριθμῆσαι τὸν Ἰσραήλ.
1And Satan stood up against Israel, and provoked David to number Israel.
2καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ πρὸς Ἰωὰβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως· πορεύθητε, ἀριθμήσατε τὸν Ἰσραὴλ ἀπὸ Βηρσαβεὲ καὶ ἕως Δὰν καὶ ἐνέγκατε πρός με, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν.
2And David said to Joab and to the rulers of the people, Go, number Israel from Beer-sheba even to Dan; and bring the number of them to me, that I may know it .
3καὶ εἶπεν Ἰωάβ· προσθείη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, ὡς αὐτοὶ ἑκατονταπλασίως, καὶ οἱ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως βλέποντες· πάντες τῷ κυρίῳ μου παῖδες· ἱνατί ζητεῖ κύριός μου τοῦτο; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ἰσραήλ.
3And Joab answered, The LORD make his people an hundred times so many more as they be: but, my lord the king, are they not all my lord’s servants? why then doth my lord require this thing? why will he be a cause of trespass to Israel?
4τὸ δὲ ρῆμα τοῦ βασιλέως ἴσχυσεν ἐπὶ Ἰωάβ, καὶ ἐξῆλθεν Ἰωὰβ καὶ διῆλθεν ἐν παντὶ Ἰσραὴλ καὶ ἦλθεν εἰς Ἱερουσαλήμ.
4Nevertheless the king’s word prevailed against Joab. Wherefore Joab departed, and went throughout all Israel, and came to Jerusalem.
5καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυίδ, καὶ ἦν πᾶς Ἰσραὴλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν καὶ υἱοὶ Ἰούδα τετρακόσιαι καὶ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν.
5¶ And Joab gave the sum of the number of the people unto David. And all they of Israel were a thousand thousand and an hundred thousand men that drew sword: and Judah was four hundred threescore and ten thousand men that drew sword.
6καὶ τὸν Λευὶ καὶ τὸν Βενιαμὶν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν, ὅτι κατίσχυσε λόγος τοῦ βασιλέως τὸν Ἰωάβ.
6But Levi and Benjamin counted he not among them: for the king’s word was abominable to Joab.
7καὶ πονηρὸν ἐναντίον τοῦ Θεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξε τὸν Ἰσραήλ.
7And God was displeased with this thing; therefore he smote Israel.
8καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν· ἡμάρτηκα σφόδρα, ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο· καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου, ὅτι ἐματαιώθην σφόδρα.
8And David said unto God, I have sinned greatly, because I have done this thing: but now, I beseech thee, do away the iniquity of thy servant; for I have done very foolishly.
9καὶ ἐλάλησε Κύριος πρὸς Γὰδ τὸν ὁρῶντα λέγων·
9¶ And the LORD spake unto Gad, David’s seer, saying,
10πορεύου καὶ λάλησον πρὸς Δαυὶδ λέγων· οὕτω λέγει Κύριος· τρία αἱρῶ ἐγὼ ἐπὶ σέ, ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι.
10Go and tell David, saying, Thus saith the LORD , I offer thee three things: choose thee one of them, that I may do it unto thee.
11καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ καὶ εἶπεν αὐτῷ· οὕτως λέγει Κύριος· ἔκλεξαι σεαυτῷ
11So Gad came to David, and said unto him, Thus saith the LORD , Choose thee
12ἢ τρία ἔτη λιμοῦ, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου καὶ μάχαιραν ἐχθρῶν σου τοῦ ἐξολοθρεῦσαι, ἢ τρεῖς ἡμέρας ρομφαίαν Κυρίου καὶ θάνατον ἐν τῇ γῇ καὶ ἄγγελος Κυρίου ἐξολοθρεύων ἐν πάσῃ κληρονομίᾳ Ἰσραήλ· καὶ νῦν ἰδὲ τί ἀποκριθῶ τῷ ἀποστείλαντί με λόγον.
12Either three years’ famine; or three months to be destroyed before thy foes, while that the sword of thine enemies overtaketh thee; or else three days the sword of the LORD , even the pestilence, in the land, and the angel of the LORD destroying throughout all the coasts of Israel. Now therefore advise thyself what word I shall bring again to him that sent me.
13καὶ εἶπε Δαυὶδ πρὸς Γάδ· στενά μοι καὶ τὰ τρία σφόδρα· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα, καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω.
13And David said unto Gad, I am in a great strait: let me fall now into the hand of the LORD ; for very great are his mercies: but let me not fall into the hand of man.
14καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραήλ, καὶ ἔπεσον ἐξ Ἰσραὴλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.
14¶ So the LORD sent pestilence upon Israel: and there fell of Israel seventy thousand men.
15καὶ ἀπέστειλεν ὁ Θεὸς ἄγγελον εἰς Ἱερουσαλὴμ τοῦ ἐξολοθρεῦσαι αὐτήν. καὶ ὡς ἐξωλόθρευσεν, εἶδε Κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ καὶ εἶπε τῷ ἀγγέλῳ τῷ ἐξολοθρεύοντι· ἱκανούσθω σοι, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἑστὼς ἐν τῷ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.
15And God sent an angel unto Jerusalem to destroy it: and as he was destroying, the LORD beheld, and he repented him of the evil, and said to the angel that destroyed, It is enough, stay now thine hand. And the angel of the LORD stood by the threshingfloor of Ornan the Jebusite.
16καὶ ἐπῇρε Δαυὶδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδε τὸν ἄγγελον Κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ, καὶ ἡ ρομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ ἐκτεταμένη ἐπὶ Ἱερουσαλήμ· καὶ ἔπεσε Δαυὶδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν.
16And David lifted up his eyes, and saw the angel of the LORD stand between the earth and the heaven, having a drawn sword in his hand stretched out over Jerusalem. Then David and the elders of Israel, who were clothed in sackcloth, fell upon their faces.
17καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεόν· οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι ἐν τῷ λαῷ; καὶ ἐγώ εἰμι ὁ ἁμαρτών, κακοποιῶν ἐκακοποίησα, καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν; Κύριε ὁ Θεός, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, Κύριε.
17And David said unto God, Is it not I that commanded the people to be numbered? even I it is that have sinned and done evil indeed; but as for these sheep, what have they done? let thine hand, I pray thee, O LORD my God, be on me, and on my father’s house; but not on thy people, that they should be plagued.
18καὶ ἄγγελος Κυρίου εἶπε τῷ Γὰδ τοῦ εἰπεῖν πρὸς Δαυίδ, ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον Κυρίῳ ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.
18¶ Then the angel of the LORD commanded Gad to say to David, that David should go up, and set up an altar unto the LORD in the threshingfloor of Ornan the Jebusite.
19καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γάδ, ὃν ἐλάλησεν ἐν ὀνόματι Κυρίου.
19And David went up at the saying of Gad, which he spake in the name of the LORD .
20καὶ ἐπέστρεψεν Ὀρνὰ καὶ εἶδε τὸν βασιλέα καὶ τέσσαρας υἱοὺς αὐτοῦ μετ᾿ αὐτοῦ μεθαχαβίν· καὶ Ὀρνὰ ἦν ἁλοῶν πυρούς.
20And Ornan turned back, and saw the angel; and his four sons with him hid themselves. Now Ornan was threshing wheat.
21καὶ ἦλθε Δαυὶδ πρὸς Ὀρνά, καὶ Ὀρνὰ ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησε τῷ Δαυὶδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν.
21And as David came to Ornan, Ornan looked and saw David, and went out of the threshingfloor, and bowed himself to David with his face to the ground.
22καὶ εἶπε Δαυὶδ πρὸς Ὀρνά· δός μοι τὸν τόπον σου τῆς ἅλω, καὶ οἰκοδομήσω ἐπ᾿ αὐτῷ θυσιαστήριον τῷ Κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ.
22Then David said to Ornan, Grant me the place of this threshingfloor, that I may build an altar therein unto the LORD : thou shalt grant it me for the full price: that the plague may be stayed from the people.
23καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυίδ· λαβὲ σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον ἑαυτοῦ· ἰδὲ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα.
23And Ornan said unto David, Take it to thee, and let my lord the king do that which is good in his eyes: lo, I give thee the oxen also for burnt offerings, and the threshing instruments for wood, and the wheat for the meat offering; I give it all.
24καὶ εἶπεν ὁ βασιλεὺς Δαυὶδ τῷ Ὀρνά· οὐχί, ὅτι ἀγοράζων ἀγοράσω ἐν ἀργυρίῳ ἀξίῳ, ὅτι οὐ μὴ λάβω ἅ ἐστί σοι Κυρίῳ τοῦ ἀνανέγκαι ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ.
24And king David said to Ornan, Nay; but I will verily buy it for the full price: for I will not take that which is thine for the LORD , nor offer burnt offerings without cost.
25καὶ ἔδωκε Δαυὶδ τῷ Ὀρνὰ ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους.
25So David gave to Ornan for the place six hundred shekels of gold by weight.
26καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου· καὶ ἐβόησε πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ κατηνάλωσε τὴν ὁλοκαύτωσιν.
26And David built there an altar unto the LORD , and offered burnt offerings and peace offerings, and called upon the LORD ; and he answered him from heaven by fire upon the altar of burnt offering.
27καὶ εἶπε Κύριος πρὸς τὸν ἄγγελον, καὶ κατέθηκε τὴν ρομφαίαν εἰς τὸν κολεὸν αὐτῆς.
27And the LORD commanded the angel; and he put up his sword again into the sheath thereof.
28ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυὶδ ὅτι ἐπήκουσεν αὐτῷ Κύριος ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου, καὶ ἐθυσίασεν ἐκεῖ.
28¶ At that time when David saw that the LORD had answered him in the threshingfloor of Ornan the Jebusite, then he sacrificed there.
29καὶ σκηνὴ Κυρίου, ἣν ἐποίησε Μωυσῆς ἐν τῇ ἐρήμῳ, καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμὰ ἐν Γαβαών·
29For the tabernacle of the LORD , which Moses made in the wilderness, and the altar of the burnt offering, were at that season in the high place at Gibeon.
30καὶ οὐκ ἐδύνατο Δαυὶδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν Θεόν, ὅτι οὐ κατέσπευσεν ἀπὸ προσώπου τῆς ρομφαίας ἀγγέλου Κυρίου.
30But David could not go before it to enquire of God: for he was afraid because of the sword of the angel of the LORD .

Tip: use the ← and → keys to turn chapters.