ΚΑΤΑ ΜΑΡΚΟΝ 5
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)Original language
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)
Old Persian Version (ترجمه قدیم)
1Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γεργεσηνῶν.
1پس به آن کناره دریا تا بهسرزمین جدریان آمدند.
2καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
2و چون از کشتی بیرون آمد، فی الفور شخصی که روحی پلید داشت از قبوربیرون شده، بدو برخورد.
3ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασι, καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι,
3که در قبور ساکن میبود و هیچکس به زنجیرها هم نمی توانست اورا بند نماید،
4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπάσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι·
4زیرا که بارها او را به کندهها وزنجیرها بسته بودند و زنجیرها را گسیخته وکندهها را شکسته بود و احدی نمی توانست او رارام نماید،
5καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
5و پیوسته شب وروز در کوهها وقبرها فریا میزد و خود را به سنگها مجروح میساخت.
6ἰδὼν δὲ τὸν Ἰησοῦν [ἀπὸ] μακρόθεν ἔδραμε καὶ προσεκύνησεν αὐτόν,
6چون عیسی را از دور دید، دوان دوان آمده، او را سجده کرد،
7καὶ κράξας φωνῇ μεγάλῃ λέγει· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς.
7و به آواز بلندصیحه زده، گفت: «ای عیسی، پسر خدای تعالی، مرا با تو چهکار است؟ تو را به خدا قسم میدهم که مرا معذب نسازی.»
8ἔλεγε γὰρ αὐτῷ· ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.
8زیرا بدو گفته بود: «ای روح پلید از این شخص بیرون بیا!»
9καὶ ἐπηρώτα αὐτόν· τί ὄνομά σοι; καὶ ἀπεκρίθη λέγων· λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.
9پس از اوپرسید: «اسم تو چیست؟» «به وی گفت: «نام من لجئون است زیرا که بسیاریم.»
10καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ ἀποστείλῃ αὐτοὺς ἔξω τῆς χώρας.
10پس بدوالتماس بسیار نمود که ایشان را از آن سرزمین بیرون نکند.
11ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων μεγάλη βοσκομένη πρὸς τῷ ὄρει·
11و در حوالی آن کوهها، گله گرازبسیاری میچرید.
12καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες λέγοντες· πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.
12و همه دیوها از وی خواهش نموده، گفتند: «ما را به گرازها بفرست تادر آنها داخل شویم.»
13καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· ἦσαν δὲ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
13فور عیسی ایشان رااجازت داد. پس آن ارواح خبیث بیرون شده، به گرازان داخل گشتند و آن گله از بلندی به دریاجست و قریب بدو هزار بودند که در آب خفه شدند.
14καὶ οἱ βόσκοντες τοὺς χοίρους ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός.
14و خوک با نان فرار کرده، در شهر ومزرعهها خبر میدادند و مردم بجهت دیدن آن ماجرا بیرون شتافتند.
15καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγεῶνα, καὶ ἐφοβήθησαν.
15و چون نزد عیسی رسیده، آن دیوانه را که لجئون داشته بود دیدند که نشسته و لباس پوشیده و عاقل گشته است، بترسیدند.
16καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων.
16و آنانی که دیده بودند، سرگذشت دیوانه و گرازان را بدیشان بازگفتند.
17καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.
17پس شروع به التماس نمودند که از حدود ایشان روانه شود.
18καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ᾽ αὐτοῦ ᾖ.
18و چون به کشتی سوار شد، آنکه دیوانه بود ازوی استدعا نمود که با وی باشد.
19καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκε καὶ ἠλέησέ σε.
19اما عیسی وی را اجازت نداد بلکه بدو گفت: «به خانه نزدخویشان خود برو و ایشان را خبر ده از آنچه خداوند با تو کرده است و چگونه به تو رحم نموده است.»
20καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
20پس روانه شده، در دیکاپولس به آنچه عیسی با وی کرده، موعظه کردن آغاز نمودکه همه مردم متعجب شدند.
21Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ᾽ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.
21و چون عیسی باز به آنطرف، در کشتی عبور نمود، مردم بسیار بر وی جمع گشتند و برکناره دریا بود.
22Καὶ ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ
22که ناگاه یکی از روسای کنیسه، یایرس نام آمد و چون او را بدید بر پایهایش افتاده،
23καὶ παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας, ὅπως σωθῇ καὶ ζήσεται.
23بدو التماس بسیار نموده، گفت: «نفس دخترک من به آخر رسیده. بیا و بر او دست گذار تاشفا یافته، زیست کند.»
24καὶ ἀπῆλθε μετ᾽ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
24پس با او روانه شده، خلق بسیاری نیز از پی او افتاده، بر وی ازدحام مینمودند.
25Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα,
25آنگاه زنی که مدت دوازده سال به استحاضه مبتلا میبود،
26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾽ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,
26و زحمت بسیار ازاطبای متعدد دیده و آنچه داشت صرف نموده، فایدهای نیافت بلکه بدتر میشد،
27ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ·
27چون خبرعیسی را بشنید، میان آن گروه از عقب وی آمده ردای او را لمس نمود،
28ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι.
28زیرا گفته بود: «اگرلباس وی را هم لمس کنم، هرآینه شفا یابم.»
29καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.
29در ساعت چشمه خون او خشک شده، در تن خود فهمید که از آن بلا صحت یافته است.
30καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων;
30فی الفور عیسی از خود دانست که قوتی از اوصادر گشته. پس در آن جماعت روی برگردانیده، گفت: «کیست که لباس مرا لمس نمود؟»
31καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις τίς μου ἥψατο;
31شاگردانش بدو گفتند: «میبینی که مردم بر توازدحام مینمایند! و میگویی کیست که مرا لمس نمود؟ !»
32καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.
32پس به اطراف خود مینگریست تا آن زن را که این کار کرده، ببیند.
33ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾽ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.
33آن زن چون دانست که به وی چه واقع شده، ترسان و لرزان آمد و نزد او به روی درافتاده، حقیقت امر رابالتمام به وی بازگفت.
34ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
34او وی را گفت: «ای دختر، ایمانت تو را شفا داده است. به سلامتی بروو از بلای خویش رستگار باش.»
35Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι ἡ θυγάτηρ σου ἀπέθανε· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;
35او هنوز سخن میگفت که بعضی از خانه رئیس کنیسه آمده، گفتند: «دخترت فوت شده؛ دیگر برای چه استاد را زحمت میدهی؟»
36ὁ δὲ Ἰησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· μὴ φοβοῦ, μόνον πίστευε.
36عیسی چون سخنی را که گفته بودند شنید، درساعت به رئیس کنیسه گفت: «مترس ایمان آور وبس!»
37καὶ οὐκ ἀφῆκεν αὑτῷ οὐδένα συνακολουθῆσαι εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.
37و جز پطرس و یعقوب و یوحنا برادریعقوب، هیچکس را اجازت نداد که از عقب اوبیایند.
38καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, [καὶ] κλαίοντας καὶ ἀλαλάζοντας πολλά,
38پس چون به خانه رئیس کنیسه رسیدند، جمعی شوریده دید که گریه و نوحه بسیار مینمودند.
39καὶ εἰσελθὼν λέγει αὐτοῖς· τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ.
39پس داخل شده، بدیشان گفت: «چرا غوغا و گریه میکنید؟ دختر نمرده بلکه در خواب است.»
40ὁ δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ᾽ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον,
40ایشان بر وی سخریه کردند لیکن او همه را بیرون کرده، پدر و مادردختر را با رفیقان خویش برداشته، بهجایی که دختر خوابیده بود، داخل شد.
41καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· ταλιθά, κοῦμι· ὅ ἐστι μεθερμηνευόμενον, τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε.
41پس دست دختر را گرفته، به وی گفت: «طلیتا قومی.» که معنی آن این است: «ای دختر، تو را میگویم برخیز.»
42καὶ εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει· ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ.
42در ساعت دختر برخاسته، خرامید زیرا که دوازده ساله بود. ایشان بینهایت متعجب شدند.
43καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο· καὶ εἶπε δοθῆναι αὐτῇ φαγεῖν.
43پس ایشان را به تاکید بسیار فرمود: «کسی از این امر مطلع نشود.» و گفت تا خوراکی بدو دهند.
Tip: use the ← and → keys to turn chapters.