ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 10
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)Original language
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς,
1ανηρ δε τισ ην εν καισαρεια ονοματι κορνηλιοσ εκατονταρχησ εκ σπειρησ τησ καλουμενησ ιταλικησ
2εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός,
2ευσεβησ και φοβουμενοσ τον θεον συν παντι τω οικω αυτου ποιων τε ελεημοσυνασ πολλασ τω λαω και δεομενοσ του θεου δια παντοσ
3εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε.
3ειδεν εν οραματι φανερωσ ωσει ωραν ενατην τησ ημερασ αγγελον του θεου εισελθοντα προσ αυτον και ειποντα αυτω κορνηλιε
4ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε· τί ἐστι, κύριε; εἶπε δὲ αὐτῷ· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.
4ο δε ατενισασ αυτω και εμφοβοσ γενομενοσ ειπεν τι εστιν κυριε ειπεν δε αυτω αι προσευχαι σου και αι ελεημοσυναι σου ανεβησαν εισ μνημοσυνον ενωπιον του θεου
5καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον·
5και νυν πεμψον εισ ιοππην ανδρασ και μεταπεμψαι σιμωνα τον επικαλουμενον πετρον
6οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν.
6ουτοσ ξενιζεται παρα τινι σιμωνι βυρσει ω εστιν οικια παρα θαλασσαν
7ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ,
7ωσ δε απηλθεν ο αγγελοσ ο λαλων τω κορνηλιω φωνησασ δυο των οικετων αυτου και στρατιωτην ευσεβη των προσκαρτερουντων αυτω
8καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην.
8και εξηγησαμενοσ αυτοισ απαντα απεστειλεν αυτουσ εισ την ιοππην
9Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην.
9τη δε επαυριον οδοιπορουντων εκεινων και τη πολει εγγιζοντων ανεβη πετροσ επι το δωμα προσευξασθαι περι ωραν εκτην
10ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων ἐπέπεσεν ἐπ᾽ αὐτὸν ἔκστασις,
10εγενετο δε προσπεινοσ και ηθελεν γευσασθαι παρασκευαζοντων δε εκεινων επεπεσεν επ αυτον εκστασισ
11καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον ἐπ᾽ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς,
11και θεωρει τον ουρανον ανεωγμενον και καταβαινον επ αυτον σκευοσ τι ωσ οθονην μεγαλην τεσσαρσιν αρχαισ δεδεμενον και καθιεμενον επι τησ γησ
12ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ.
12εν ω υπηρχεν παντα τα τετραποδα τησ γησ και τα θηρια και τα ερπετα και τα πετεινα του ουρανου
13καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.
13και εγενετο φωνη προσ αυτον αναστασ πετρε θυσον και φαγε
14ὁ δὲ Πέτρος εἶπε· μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον.
14ο δε πετροσ ειπεν μηδαμωσ κυριε οτι ουδεποτε εφαγον παν κοινον η ακαθαρτον
15καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου.
15και φωνη παλιν εκ δευτερου προσ αυτον α ο θεοσ εκαθαρισεν συ μη κοινου
16τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν.
16τουτο δε εγενετο επι τρισ και παλιν ανεληφθη το σκευοσ εισ τον ουρανον
17Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδε, καὶ ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα,
17ωσ δε εν εαυτω διηπορει ο πετροσ τι αν ειη το οραμα ο ειδεν και ιδου οι ανδρεσ οι απεσταλμενοι απο του κορνηλιου διερωτησαντεσ την οικιαν σιμωνοσ επεστησαν επι τον πυλωνα
18καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ὁ ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται.
18και φωνησαντεσ επυνθανοντο ει σιμων ο επικαλουμενοσ πετροσ ενθαδε ξενιζεται
19τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν αὐτῷ τὸ Πνεῦμα· ἰδοὺ ἄνδρες [τρεῖς] ζητοῦσί σε·
19του δε πετρου διενθυμουμενου περι του οραματοσ ειπεν αυτω το πνευμα ιδου ανδρεσ ζητουσιν σε
20ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς.
20αλλα αναστασ καταβηθι και πορευου συν αυτοισ μηδεν διακρινομενοσ διοτι εγω απεσταλκα αυτουσ
21καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας εἶπεν· ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾽ ἣν πάρεστε;
21καταβασ δε πετροσ προσ τουσ ανδρασ ειπεν ιδου εγω ειμι ον ζητειτε τισ η αιτια δι ην παρεστε
22οἱ δὲ εἶπον· Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ.
22οι δε ειπον κορνηλιοσ εκατονταρχησ ανηρ δικαιοσ και φοβουμενοσ τον θεον μαρτυρουμενοσ τε υπο ολου του εθνουσ των ιουδαιων εχρηματισθη υπο αγγελου αγιου μεταπεμψασθαι σε εισ τον οικον αυτου και ακουσαι ρηματα παρα σου
23εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε. Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ [τῆς] Ἰόππης συνῆλθον αὐτῷ,
23εισκαλεσαμενοσ ουν αυτουσ εξενισεν τη δε επαυριον ο πετροσ εξηλθεν συν αυτοισ και τινεσ των αδελφων των απο ιοππησ συνηλθον αυτω
24καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
24και τη επαυριον εισηλθον εισ την καισαρειαν ο δε κορνηλιοσ ην προσδοκων αυτουσ συγκαλεσαμενοσ τουσ συγγενεισ αυτου και τουσ αναγκαιουσ φιλουσ
25Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν.
25ωσ δε εγενετο του εισελθειν τον πετρον συναντησασ αυτω ο κορνηλιοσ πεσων επι τουσ ποδασ προσεκυνησεν
26ὁ δὲ Πέτρος αὐτὸν ἤγειρε λέγων· ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι.
26ο δε πετροσ αυτον ηγειρεν λεγων αναστηθι καγω αυτοσ ανθρωποσ ειμι
27καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε, καὶ εὑρίσκει συνεληλυθότας πολλούς,
27και συνομιλων αυτω εισηλθεν και ευρισκει συνεληλυθοτασ πολλουσ
28ἔφη τε πρὸς αὐτούς· ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον·
28εφη τε προσ αυτουσ υμεισ επιστασθε ωσ αθεμιτον εστιν ανδρι ιουδαιω κολλασθαι η προσερχεσθαι αλλοφυλω και εμοι ο θεοσ εδειξεν μηδενα κοινον η ακαθαρτον λεγειν ανθρωπον
29διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με;
29διο και αναντιρρητωσ ηλθον μεταπεμφθεισ πυνθανομαι ουν τινι λογω μετεπεμψασθε με
30καὶ ὁ Κορνήλιος ἔφη· ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ,
30και ο κορνηλιοσ εφη απο τεταρτησ ημερασ μεχρι ταυτησ τησ ωρασ ημην νηστευων και την ενατην ωραν προσευχομενοσ εν τω οικω μου και ιδου ανηρ εστη ενωπιον μου εν εσθητι λαμπρα
31καί φησι· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ.
31και φησιν κορνηλιε εισηκουσθη σου η προσευχη και αι ελεημοσυναι σου εμνησθησαν ενωπιον του θεου
32πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι.
32πεμψον ουν εισ ιοππην και μετακαλεσαι σιμωνα οσ επικαλειται πετροσ ουτοσ ξενιζεται εν οικια σιμωνοσ βυρσεωσ παρα θαλασσαν οσ παραγενομενοσ λαλησει σοι
33ἐξαυτῆς οὖν ἔπεμψα πρός σε, σύ τε καλῶς ἐποίησας παραγενόμενος. νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ.
33εξαυτησ ουν επεμψα προσ σε συ τε καλωσ εποιησασ παραγενομενοσ νυν ουν παντεσ ημεισ ενωπιον του θεου παρεσμεν ακουσαι παντα τα προστεταγμενα σοι υπο του θεου
34Ἀνοίξας δὲ Πέτρος τὸ στόμα [αὐτοῦ] εἶπεν· ἐπ᾽ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός,
34ανοιξασ δε πετροσ το στομα ειπεν επ αληθειασ καταλαμβανομαι οτι ουκ εστιν προσωποληπτησ ο θεοσ
35ἀλλ᾽ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστι.
35αλλ εν παντι εθνει ο φοβουμενοσ αυτον και εργαζομενοσ δικαιοσυνην δεκτοσ αυτω εστιν
36τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος·
36τον λογον ον απεστειλεν τοισ υιοισ ισραηλ ευαγγελιζομενοσ ειρηνην δια ιησου χριστου ουτοσ εστιν παντων κυριοσ
37ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ᾽ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης,
37υμεισ οιδατε το γενομενον ρημα καθ ολησ τησ ιουδαιασ αρξαμενον απο τησ γαλιλαιασ μετα το βαπτισμα ο εκηρυξεν ιωαννησ
38Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾽ αὐτοῦ·
38ιησουν τον απο ναζαρετ ωσ εχρισεν αυτον ο θεοσ πνευματι αγιω και δυναμει οσ διηλθεν ευεργετων και ιωμενοσ παντασ τουσ καταδυναστευομενουσ υπο του διαβολου οτι ο θεοσ ην μετ αυτου
39καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου.
39και ημεισ εσμεν μαρτυρεσ παντων ων εποιησεν εν τε τη χωρα των ιουδαιων και εν ιερουσαλημ ον και ανειλον κρεμασαντεσ επι ξυλου
40τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι,
40τουτον ο θεοσ ηγειρεν τη τριτη ημερα και εδωκεν αυτον εμφανη γενεσθαι
41οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν·
41ου παντι τω λαω αλλα μαρτυσιν τοισ προκεχειροτονημενοισ υπο του θεου ημιν οιτινεσ συνεφαγομεν και συνεπιομεν αυτω μετα το αναστηναι αυτον εκ νεκρων
42καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.
42και παρηγγειλεν ημιν κηρυξαι τω λαω και διαμαρτυρασθαι οτι αυτοσ εστιν ο ωρισμενοσ υπο του θεου κριτησ ζωντων και νεκρων
43τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.
43τουτω παντεσ οι προφηται μαρτυρουσιν αφεσιν αμαρτιων λαβειν δια του ονοματοσ αυτου παντα τον πιστευοντα εισ αυτον
44Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.
44ετι λαλουντοσ του πετρου τα ρηματα ταυτα επεπεσεν το πνευμα το αγιον επι παντασ τουσ ακουοντασ τον λογον
45καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἁγίου Πνεύματος ἐκκέχυται·
45και εξεστησαν οι εκ περιτομησ πιστοι οσοι συνηλθον τω πετρω οτι και επι τα εθνη η δωρεα του αγιου πνευματοσ εκκεχυται
46ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν.
46ηκουον γαρ αυτων λαλουντων γλωσσαισ και μεγαλυνοντων τον θεον τοτε απεκριθη ο πετροσ
47τότε ἀπεκρίθη ὁ Πέτρος· μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον καθὼς καὶ ἡμεῖς;
47μητι το υδωρ κωλυσαι δυναται τισ του μη βαπτισθηναι τουτουσ οιτινεσ το πνευμα το αγιον ελαβον καθωσ και ημεισ
48προσέταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.
48προσεταξεν τε αυτουσ βαπτισθηναι εν τω ονοματι του κυριου τοτε ηρωτησαν αυτον επιμειναι ημερασ τινασ
Tip: use the ← and → keys to turn chapters.