Jeremiah
Chapter 41
Douay-Rheims Bible, Amer…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Douay-Rheims Bible, American Edition (1899)
Septuagint (Greek Old Testament), second edition
1And it came to pass in the seventh month, that Ismahel the son of Nathanias, the son of Elisama of the royal blood, and the nobles of the king, and ten men with him, came to Godolias the son of Ahicam into Masphath: and they ate bread there together in Masphath.
1Ο λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ Κυρίου (καὶ Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα) λέγων·
2And Ismahel the son of Nathanias arose, and the ten men that were with him, and they struck Godolias the son of Ahicam, the son of Saphan with the sword, and slew him whom the king of Babylon had made governor over the land.
2οὕτως εἶπε Κύριος· βάδισον πρὸς Σεδεκίαν βασιλέα Ἰούδα καὶ ἐρεῖς αὐτῷ· οὕτως εἶπε Κύριος· παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ συλλήψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί·
3Ismahel slew also all the Jews that were with Godolias in Masphath, and the Chaldeans that were found there, and the soldiers.
3καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτοῦ καὶ συλλήψει συλληφθήσῃ καὶ εἰς χεῖρας αὐτοῦ δοθήσῃ, καὶ ὀφθαλμοί σου τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται καὶ τὸ στόμα αὐτοῦ μετὰ τοῦ στόματός σου λαλήσει, καὶ εἰς Βαβυλῶνα εἰσελεύσῃ.
4And on the second day after he had killed Godolias, no man yet knowing it,
4ἀλλὰ ἄκουσον τὸν λόγον Κυρίου, Σεδεκία βασιλεῦ Ἰούδα· οὕτως λέγει Κύριος·
5There came some from Sichem, and from Silo, and from Samaria, fourscore men, with their beards shaven, and their clothes rent, and mourning: and they had offerings and incense in their hand, to offer in the house of the Lord.
5ἐν εἰρήνῃ ἀποθανῇ, καὶ ὡς ἔκλαυσαν τοὺς πατέρας σου τοὺς βασιλεύσαντας πρότερόν σου, κλαύσονται καὶ σέ, οὐαὶ Κύριε, καὶ ἕως ᾅδου κόψονταί σε· ὅτι λόγον ἐγὼ ἐλάλησα, εἶπε Κύριος.
6And Ismahel the son of Nathanias went forth from Masphath to meet them, weeping all along as he went: and when he had met them, he said to them: Come to Godolias, the son of Ahicam.
6καὶ ἐλάλησεν Ἱερεμίας πρὸς τὸν βασιλέα Σεδεκίαν πάντας τοὺς λόγους τούτους ἐν Ἱερουσαλήμ.
7And when they were come to the midst of the city, Ismahel the son of Nathanias, slew them, and cast them into the midst of the pit, he and the men that were with him.
7καὶ ἡ δύναμις βασιλέως Βαβυλῶνος ἐπολέμει ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ τὰς πόλεις Ἰούδα, ἐπὶ Λαχὶς καὶ ἐπὶ Ἀζηκά, ὅτι αὗται κατελείφθησαν ἐν πόλεσιν Ἰούδα πόλεις ὀχυραί.
8But ten men were found among them, that said to Ismahel: Kill us not: for we have stores in the field, of wheat, and barley, and oil, and honey. And he forbore, and slew them not with their brethren.
8Ὁ λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν παρὰ Κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκίαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν,
9And the pit into which Ismahel cast all the dead bodies of the men whom he slew because of Godolias, is the same that king Asa made, for fear of Baasa the king of Israel: the same did Ismahel the son of Nathanias fill with them that were slain.
9τοῦ ἐξαποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, τὸν Ἑβραῖον καὶ τὴν Ἑβραίαν ἐλευθέρους, πρὸς τὸ μὴ δουλεύειν ἄνδρα ἐξ Ἰούδα·
10Then Ismahel carried away captive all the remnant of the people that were in Masphath: the king’s daughters, and all the people that remained in Masphath: whom Nabuzardan the general of the army had committed to Godolias the son of Ahicam. And Ismahel the son of Nathanias took them, and he departed, to go over to the children of Ammon.
10καὶ ἐπεστράφησαν πάντες οἱ μεγιστᾶνες καὶ πᾶς ὁ λαὸς οἱ εἰσελθόντες ἐν τῇ διαθήκῃ τοῦ ἀποστεῖλαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ καὶ ἐῶσαν
11But Johanan the son of Caree, and all the captains of the fighting men that were with him, heard of the evil that Ismahel the son of Nathanias had done.
11αὐτοὺς εἰς παῖδας καὶ παιδίσκας.
12And taking all the men, they went out to fight against Ismahel the son of Nathanias, and they found him by the great waters that are in Gabaon.
12καὶ ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν λέγων·
13And when all the people that were with Ismahel, had seen Johanan the son of Caree, and all the captains of the fighting men that were with him, they rejoiced.
13οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ· ἐγὼ διεθέμην διαθήκην πρὸς τοὺς πατέρας ὑμῶν ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξειλάμην αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας, λέγων·
14And all the people whom Ismahel had taken, went back to Masphath: and they returned and went to Johanan the son of Caree.
14ὅταν πληρωθῇ ἓξ ἔτη, ἀποστελεῖς τὸν ἀδελφόν σου τὸν Ἑβραῖον, ὃς παραθήσεταί σοι· καὶ ἐργᾶταί σοι ἓξ ἔτη, καὶ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον. καὶ οὐκ ἤκουσάν μου καὶ οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν.
15But Ismahel the son of Nathanias fled with eight men, from the face of Johanan, and went to the children of Ammon.
15καὶ ἐπέστρεψαν σήμερον ποιῆσαι τὸ εὐθὲς πρὸ ὀφθαλμῶν μου τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὐτοῦ καὶ συνετέλεσαν διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ' αὐτῷ.
16Then Johanan the son of Caree, and all the captains of the soldiers that were with him, took all the remnant of the people whom they had recovered from Ismahel the son of Nathanias, from Masphath, after that he had slain Godolias the son of Ahicam: valiant men for war, and the women, and the children, and the eunuchs, whom he had brought back from Gabaon:
16καὶ ἐπεστρέψατε καὶ ἐβεβηλώσατε τὸ ὄνομά μου τοῦ ἐπιστρέψαι ἕκαστον τὸν παῖδα αὐτοῦ καὶ ἕκαστον τὴν παιδίσκην αὐτοῦ, οὓς ἐξαπεστείλατε ἐλευθέρους τῇ ψυχῇ αὐτῶν, τοῦ εἶναι ὑμῖν εἰς παῖδας καὶ παιδίσκας.
17And they departed, and sat as sojourners in Chamaam, which is near Bethlehem: in order to go forward, and enter into Egypt,
17διὰ τοῦτο οὕτως εἶπε Κύριος· ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς.
18From the face of the Chaldeans: for they were afraid of them, because Ismahel the son of Nathanias had slain Godolias the son of Ahicam, whom the king of Babylon had made governor in the land of Juda.
18καὶ δώσω τοὺς ἄνδρας τοὺς παρεληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στήσαντας τὴν διαθήκην μου, ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον, ὃν ἐποίησαν ἐργάζεσθαι αὐτῷ,
no verse 19 in this text
19τοὺς ἄρχοντας Ἰούδα καὶ τοὺς δυνάστας καὶ τοὺς ἱερεῖς καὶ τὸν λαόν,
no verse 20 in this text
20καὶ δώσω αὐτοὺς τοῖς ἐχθροῖς αὐτῶν καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρῶσις τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς.
no verse 21 in this text
21καὶ τὸν Σεδεκίαν βασιλέα τῆς Ἰουδαίας καὶ τοὺς ἄρχοντας αὐτῶν δώσω εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ δύναμις βασιλέως Βαβυλῶνος τοῖς ἀποτρέχουσιν ἀπ' αὐτῶν.
no verse 22 in this text
22ἰδοὺ ἐγὼ συντάσσω, φησὶ Κύριος, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὴν γῆν ταύτην, καὶ πολεμήσουσιν ἐπ' αὐτὴν καὶ λήψονται αὐτὴν καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ καὶ τὰς πόλεις Ἰούδα, καὶ δώσω αὐτὰς ἐρήμους ἀπὸ τῶν κατοικούντων.

Tip: use the ← and → keys to turn chapters.