1 Chronicles 17
Douay-Rheims Bible, American Edition (1899)Translation
Douay-Rheims Bible, American Edition (1899)
Septuagint (Brenton Greek text, with Apocrypha)
1Now when David was dwelling in his house, he said to Nathan the prophet: Behold I dwell in a house of cedar: and the ark of the covenant of the Lord is under skins.
1Καὶ ἐγένετο ὡς κατῴκησε Δαυὶδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν τὸν προφήτην, ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης Κυρίου ὑποκάτω δέῤῥεων.
2And Nathan said to David: Do all that is in thy heart: for God is with thee.
2Καὶ εἶπε Νάθαν πρὸς Δαυὶδ, πᾶν τὸ ἐν τῇ ψυχῇ σου ποίει, ὅτι Θεὸς μετὰ σοῦ.
3Now that night the word of God came to Nathan, saying:
3Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ ἐγένετο λόγος Κυρίου πρὸς Νάθαν·
4Go, and speak to David my servant: Thus saith the Lord: Thou shalt not build me a house to dwell in.
4Πορεύου καὶ εἶπον πρὸς Δαυὶδ τὸν δοῦλόν μου, οὕτως εἶπε Κύριος, οὐ σὺ οἰκοδομήσεις μοι οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ.
5For I have not remained in a house from the time that I brought up Israel, to this day: but I have been always changing places in a tabernacle, and in a tent,
5Ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν Ἰσραὴλ ἕως τῆς ἡμέρας ταύτης,
6Abiding with all Israel. Did I ever speak to any one, of all the judges of Israel, whom I charged to feed my people, saying: Why have you not built me a house of cedar?
6καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καλὺμματι ἐν πᾶσιν οἷς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ οἷς ἐνετειλάμην τοῦ ποιμαίνειν τὸν λαόν μου, λέγων, ὅτι οὐκ ᾠκοδομήσατέ μοι οἶκον κέδρινον;
7Now therefore thus shalt thou say to my servant David: Thus saith the Lord of hosts: I took thee from the pastures, from following the flock, that thou shouldst be ruler of my people Israel.
7Καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυὶδ, τάδε λέγει Κύριος παντοκράτωρ, ἐγὼ ἔλαβον σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ·
8And I have been with thee whithersoever thou hast gone: and have slain all thy enemies before thee, and have made thee a name like that of one of the great ones that are renowned in the earth.
8Καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύθης, καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου, καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς.
9And I have given a place to my people Israel: they shall be planted, and shall dwell therein, and shall be moved no more, neither shall the children of iniquity waste them, as at the beginning,
9Καὶ θήσομαι τόπον τῷ λαῷ μου Ἰσραὴλ, καὶ καταφυτεύσω αὐτὸν, καὶ κατασκηνώσει καθʼ ἑαυτὸν, καὶ οὐ μεριμνήσει ἔτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀρχῆς, καὶ ἀφʼ ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ·
10Since the days that I gave judges to my people Israel, and have humbled all thy enemies. And I declare to thee, that the Lord will build thee a house.
10καὶ ἐταπείνωσα πάντας τοὺς ἐχθρούς σου, καὶ αὐξήσω σε, καὶ οἶκον οἰκοδομήσει σοι Κύριος.
11And when thou shalt have ended thy days to go to thy fathers, I will raise up thy seed after thee, which shall be of thy sons: and I will establish his kingdom.
11Καὶ ἔσται ὅταν πληρωθῶσιν ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ ὅς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ.
12He shall build me a house, and I will establish his throne for ever.
12Αὐτὸς οἰκοδομήσει μοι οἶκον, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος.
13I will be to him a father, and he shall be to me a son: and I will not take my mercy away from him, as I took it from him that was before thee.
13Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπʼ αὐτοῦ, ὡς ἀπέστησα ἀπὸ τῶν ὄντων ἔμπροσθέν σου.
14But I will settle him in my house, and in my kingdom for ever: and his throne shall be most firm for ever.
14Καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλείᾳ αὐτοῦ ἕως αἰῶνος, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος.
15According to all these words, and according to all this vision, so did Nathan speak to David.
15Κατὰ πάντας τοὺς λόγους τούτους, καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησε Νάθαν πρὸς Δαυίδ.
16And king David came and sat before the Lord, and said: Who am I, O Lord God, and what is my house, that thou shouldst give such things to me?
16Καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ καὶ ἐκὰθισεν ἀπέναντι Κυρίου, καὶ εἶπε, τίς εἰμι ἐγὼ Κύριε ὁ Θεός; καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως αἰῶνος;
17But even this hath seemed little in thy sight, and therefore thou hast also spoken concerning the house of thy servant for the time to come: and best made me remarkable above all men, O Lord God.
17Καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου ὁ Θεὸς, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν, καὶ ἐπεῖδές με ὡς ὅρασις ἀνθρώπου, καὶ ὕψωσάς με Κύριε ὁ Θεός.
18What can David add more, seeing thou hast thus glorified thy servant, and known him?
18Τί προσθήσει ἔτι Δαυὶδ πρὸς σέ τοῦ δοξάσαι; καὶ σὺ τὸν δοῦλόν σου οἶδας,
19O Lord, for thy servant’s sake, according to thy own heart, thou hast shewn all this magnificence, and wouldst have all the great things to be known.
19καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην.
20O Lord there is none like thee: and there is no other God beside thee, of all whom we have heard of with our ears.
20Κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ, κατὰ πάντα ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν.
21For what other nation is there upon earth like thy people Israel, whom God went to deliver, and make a people for himself, and by his greatness and terrors cast out nations before their face whom he had delivered out of Egypt?
21Καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ἰσραὴλ ἔθνος ἔτι ἐτὶ τῆς γῆς, ὡς ὡδήγησεν αὐτὸν ὁ Θεὸς τοῦ λυτρώσασθαι λαὸν ἑαυτῷ, τοῦ θέσθαι ἑαυτῷ ὄνομα μέγα καὶ ἐπιφανὲς, τοῦ ἐκβαλεῖν ἀπὸ προσώπου λαοῦ σου οὕς ἐλυτρώσω ἐξ Αἰγύπτου ἔθνη.
22And thou hast made thy people Israel to be thy own people for ever, and thou, O Lord, art become their God.
22Καὶ ἔδωκας τὸν λαόν σου Ἰσραὴλ, σεαυτῷ λαὸν ἕως αἰῶνος, καὶ σὺ Κύριος ἐγενήθης αὐτοῖς εἰς Θεόν.
23Now therefore, O Lord, let the word which thou hast spoken to thy servant, and concerning his house, be established for ever, and do as thou hast said.
23Καὶ νῦν, Κύριε, ὁ λόγος σου ὅν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πιστωθήτω ἕως αἰῶνος· καὶ ποιήσον καθὼς ἐλάλησας,
24And let thy name remain and be magnified for ever: and let it be said: The Lord of hosts is God of Israel, and the house of David his servant remaineth before him.
24καὶ πιστωθήτω καὶ μεγαλυνθήτω τὸ ὄνομά σου ἕως αἰῶνος, λεγόντων, Κύριε Κύριε παντοκράτωρ Θεὸς Ἰσραὴλ, καὶ ὁ οἶκος Δαυὶδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου.
25For thou, O Lord my God, hast revealed to the ear of thy servant, that thou wilt build him a house: and therefore thy servant hath found confidence to pray before thee.
25Ὅτι σὺ Κύριος ὁ Θεός μου ἤνοιξας τὸ οὖς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον, διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου.
26And now O Lord, thou art God: and thou hast promised to thy servant such great benefits.
26Καὶ νῦν, Κύριε, σὺ εἶ αὐτὸς Θεὸς, καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα.
27And thou hast begun to bless the house of thy servant, that it may be always before thee: for seeing thou blessest it, O Lord, it shall be blessed for ever.
27Καὶ νῦν, ἦρξαι τοῦ εὐλογῆσαι τὸν οἶκον τοῦ παιδός σου, τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐναντίον σου· ὅτι σὺ Κύριε εὑλόγησας, καὶ εὐλόγησον εἰς τὸν αἰῶνα.
Tip: use the ← and → keys to turn chapters.