雅歌
Chapter 8

雅歌

Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1巴不得你像我的兄弟, 像吃我母親奶的兄弟; 我在外頭遇見你就與你親嘴, 誰也不輕看我。
1ΤΙΣ δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα μαστούς μητρός σου; εὑροῦσά σε ἔξω φιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσί μοι.
2我必引導你, 領你進我母親的家; 我可以領受教訓, 也就使你喝石榴汁釀的香酒。
2παραλήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με· ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ, ἀπὸ νάματος ροῶν μου.
3他的左手必在我頭下; 他的右手必將我抱住。
3εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με.
4耶路撒冷 的眾女子啊, 我囑咐你們: 不要驚動、不要叫醒我所親愛的, 等他自己情願。
4ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ ἐὰν ἐγείρητε καὶ ἐὰν ἐξεγείρητε τὴν ἀγάπην, ἕως ἂν θελήσῃ.
5那靠着良人從曠野上來的是誰呢? 我在蘋果樹下叫醒你。 你母親在那裏為你劬勞; 生養你的在那裏 為你 劬勞。
5Τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδόν αὐτῆς; ὑπὸ μῆλον ἐξήγειρά σε· ἐκεῖ ὠδίνησέ σε ἡ μήτηρ σου, ἐκεῖ ὠδίνησέ σε ἡ τεκοῦσά σε.
6求你將我放在你心上如印記, 帶在你臂上如戳記。 因為愛情如死之堅強, 嫉恨如陰間之殘忍; 所發的電光是火焰的電光, 是耶和華的烈焰。
6θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη, σκληρὸς ὡς ᾅδης ζῆλος· περίπτερα αὐτῆς περίπτερα πυρός, φλόγες αὐτῆς·
7愛情,眾水不能熄滅, 大水也不能淹沒。 若有人拿家中所有的財寶要換愛情, 就全被藐視。
7ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην, καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν. ἐὰν δῷ ἀνὴρ πάντα τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν.
8我們有一小妹; 她的兩乳尚未長成, 人來提親的日子, 我們當為她怎樣辦理?
8ἀδελφὴ ἡμῶν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει· τί ποιήσωμεν τῇ ἀδελφῇ ἡμῶν ἐν ἡμέρᾳ, ᾗ ἐὰν λαληθῇ ἐν αὐτῇ;
9她若是牆, 我們要在其上建造銀塔; 她若是門, 我們要用香柏木板圍護她。
9εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπ᾿ αὐτὴν ἐπάλξεις ἀργυρᾶς· καὶ εἰ θύρα ἐστί, διαγράψωμεν ἐπ᾿ αὐτὴν σανίδα κεδρίνην.
10我是牆; 我兩乳像 其上的 樓。 那時,我在他眼中像得平安的人。
10ἐγὼ τεῖχος, καὶ μαστοί μου ὡς πύργοι· ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτῶν ὡς εὑρίσκουσα εἰρήνην.
11所羅門 在 巴力‧哈們 有一葡萄園; 他將這葡萄園交給看守的人, 為其中的果子必交一千 舍客勒 銀子。
11ἀμπελὼν ἐγενήθη τῷ Σαλωμὼν ἐν Βεελαμών· ἔδωκε τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν, ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου.
12我自己的葡萄園在我面前。 所羅門 哪,一千 舍客勒 歸你, 二百 舍客勒 歸看守果子的人。
12ἀμπελών μου ἐμὸς ἐνώπιόν μου· οἱ χίλιοι Σαλωμὼν καὶ οἱ διακόσιοι τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ.
13你這住在園中的, 同伴都要聽你的聲音, 求你使我也得聽見。
13ὁ καθήμενος ἐν κήποις, ἑταῖροι προσέχοντες τῇ φωνῇ σου· ἀκούτισόν με·
14我的良人哪,求你快來! 如羚羊或小鹿在香草山上。
14φύγε, ἀδέλφιδέ μου, καὶ ὁμοιώθητι τῇ δορκάδι ἢ τῷ νεβρῷ τῶν ἐλάφων ἐπὶ ὄρη τῶν ἀρωμάτων.

Tip: use the ← and → keys to turn chapters.