創世記 31
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Brenton Greek text, with Apocrypha)
1雅各 聽見 拉班 的兒子們有話說:「 雅各 把我們父親所有的都奪了去,並藉着我們父親的,得了這一切的榮耀。」
1Ἤκουσε δὲ Ἰακὼβ τὰ ῥήματα τῶν υἱῶν Λάβαν, λεγόντων, εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην.
2雅各 見 拉班 的氣色向他不如從前了。
2Καὶ εἶδεν Ἰακὼβ τὸ πρόσωπον τοῦ Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡσεὶ χθὲς καὶ τρίτην ἡμέραν.
3耶和華對 雅各 說:「你要回你祖、你父之地,到你親族那裏去,我必與你同在。」
3Εἶπε δὲ Κύριος πρὸς Ἰακὼβ, ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ.
4雅各 就打發人,叫 拉結 和 利亞 到田野羊群那裏來,
4Ἀποστείλας δὲ Ἰακὼβ ἐκάλεσε Λείαν καὶ Ῥαχὴλ εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια.
5對她們說:「我看你們父親的氣色向我不如從前了;但我父親的上帝向來與我同在。
5Καὶ εἶπεν αὐταῖς, ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμοῦ, ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετʼ ἐμοῦ.
6你們也知道,我盡了我的力量服事你們的父親。
6Καὶ αὐταὶ δὲ οἴδατε, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν.
7你們的父親欺哄我,十次改了我的工價;然而上帝不容他害我。
7Ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν· καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με.
8他若說:『有點的歸你作工價』,羊群所生的都有點;他若說:『有紋的歸你作工價』,羊群所生的都有紋。
8Ἐὰν οὕτως εἴπῃ, τὰ ποικίλα ἔσται σου μισθὸς, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ, τὰ λευκὰ ἔσται σου μισθὸς, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά.
9這樣,上帝把你們父親的牲畜奪來賜給我了。
9Καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά.
10羊配合的時候,我夢中舉目一看,見跳母羊的公羊都是有紋的、有點的、有花斑的。
10Καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ· καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί.
11上帝的使者在那夢中呼叫我說:『 雅各 。』我說:『我在這裏。』
11Καὶ εἶπέ μοι ὁ Ἄγγελος τοῦ Θεοῦ καθʼ ὕπνον, Ἰακώβ· ἐγὼ δὲ εἶπα, τί ἐστι;
12他說:『你舉目觀看,跳母羊的公羊都是有紋的、有點的、有花斑的;凡 拉班 向你所做的,我都看見了。
12Καὶ εἶπεν, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ.
13我是 伯特利 的上帝;你在那裏 用油 澆過柱子,向我許過願。現今你起來,離開這地,回你本地去吧!』」
13Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ.
14拉結 和 利亞 回答 雅各 說:「在我們父親的家裏還有我們可得的分嗎?還有我們的產業嗎?
14Καὶ ἀποκριθεῖσαι Ῥαχὴλ καὶ Λεία εἶπαν αὐτῷ, μὴ ἔστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν;
15我們不是被他當作外人嗎?因為他賣了我們,吞了我們的價值。
15Οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς, καὶ καταβρώσει κατέφαγε τὸ ἀργύριον ἡμῶν.
16上帝從我們父親所奪出來的一切財物,那就是我們和我們孩子們的。現今凡上帝所吩咐你的,你只管去行吧!」
16Πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν· νῦν οὖν ὅσα σοι εἴρηκεν ὁ Θεὸς, ποίει.
17雅各 起來,使他的兒子和妻子都騎上駱駝,
17Ἀναστὰς δὲ Ἰακὼβ ἔλαβε τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους·
18又帶着他在 巴旦‧亞蘭 所得的一切牲畜和財物,往 迦南 地、他父親 以撒 那裏去了。
18Καὶ ἀπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτῷ, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ, ἀπελθεῖν πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χαναάν.
19當時 拉班 剪羊毛去了, 拉結 偷了他父親家中的神像。
19Λάβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψε δὲ Ῥαχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς.
20雅各 背着 亞蘭 人 拉班 偷走了,並不告訴他,
20Ἔκρυψε δὲ Ἰακὼβ Λάβαν τὸν Σύρον, τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀποδιδράσκει.
21就帶着所有的逃跑。他起身過大河,面向 基列山 行去。
21Καὶ ἀπέδρα αὐτὸς, καὶ τὰ αὐτοῦ πάντα, καὶ διέβη τὸν ποταμὸν, καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ.
22到第三日,有人告訴 拉班 , 雅各 逃跑了。
22Ἀνηγγέλη δὲ Λάβαν τῷ Σύρῳ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτι ἀπέδρα Ἰακώβ.
23拉班 帶領他的眾弟兄去追趕,追了七日,在 基列山 就追上了。
23Καὶ παραλαβὼν τοὺς ἀδελφοὺς αὐτοῦ μεθʼ ἑαντοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτά· καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ.
24夜間,上帝到 亞蘭 人 拉班 那裏,在夢中對他說:「你要小心,不可與 雅各 說好說歹。」
24Ἦλθε δὲ ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον καθʼ ὕπνον τὴν νύκτα, καὶ εἶπεν αὐτῷ, Φύλαξαι σεαυτὸν μή ποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά.
25拉班 追上 雅各 。 雅各 在山上支搭帳棚; 拉班 和他的眾弟兄也在 基列山 上支搭帳棚。
25Καὶ κατέλαβε Λάβαν τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ.
26拉班 對 雅各 說:「你做的是甚麼事呢?你背着我偷走了,又把我的女兒們帶了去,如同用刀劍擄去的一般。
26Εἶπε δὲ Λάβαν τῷ Ἰακὼβ, τί ἐποίησας; ἱνατί κρυφῇ ἀπέδρας, καὶ ἐκλοποφόρησάς με, καὶ ἀπήγαγες τὰς θυγατέρας μου, ὡς αἰχμαλώτιδας μαχαίρᾳ;
27你為甚麼暗暗地逃跑,偷着走,並不告訴我,叫我可以歡樂、唱歌、擊鼓、彈琴地送你回去?
27Καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετʼ εὐφροσύνης, καὶ μετὰ μουσικῶν, καὶ τυμπάνων, καὶ κιθάρας.
28又不容我與外孫和女兒親嘴?你所行的真是愚昧!
28Καὶ οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου, καὶ τὰς θυγατέρας μου· νῦν δὲ ἀφρόνως ἔπραξας.
29我手中原有能力害你,只是你父親的上帝昨夜對我說:『你要小心,不可與 雅各 說好說歹。』
29Καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ Θεὸς τοῦ πατρός σου χθὲς εἶπε πρός με, λέγων, Φύλαξαι σεαυτὸν μή ποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά.
30現在你雖然想你父家,不得不去,為甚麼又偷了我的神像呢?」
30Νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἱνατί ἔκλεψας τοὺς θεούς μου;
31雅各 回答 拉班 說:「恐怕你把你的女兒從我奪去,所以我逃跑。
31Ἀποκριθεὶς δὲ Ἰακὼβ εἶπε τῷ Λάβαν, ὅτι ἐφοβήθην· εἶπα γὰρ, μή ποτε ἀφέλῃ τὰς θυγατέρας σου ἀπʼ ἐμοῦ, καὶ πάντα τὰ ἐμά.
32至於你的神像,你在誰那裏搜出來,就不容誰存活。當着我們的眾弟兄,你認一認,在我這裏有甚麼東西是你的,就拿去。」原來 雅各 不知道 拉結 偷了那些神像。
32Καὶ εἶπεν Ἰακὼβ, παρʼ ᾧ ἂν εὕρῃς τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν· ἐπίγνωθι τί ἐστι παρʼ ἐμοὶ τῶν σῶν, καὶ λάβε· καὶ οὐκ ἐπέγνω παρʼ αὐτῷ οὐθέν· οὐκ ᾔδει δὲ Ἰακὼβ, ὅτι Ῥαχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς.
33拉班 進了 雅各 、 利亞 ,並兩個使女的帳棚,都沒有搜出來,就從 利亞 的帳棚出來,進了 拉結 的帳棚。
33Εἰσελθὼν δὲ Λάβαν ἠρεύνησεν εἰς τὸν οἶκον Λείας, καὶ οὐχ εὗρεν· καὶ ἐξῆλθεν ἐκ τοῦ οἴκου Λείας, καὶ ἠρεύνησε τὸν οἶκον Ἰακὼβ, καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν, καὶ οὐχ εὗρεν· εἰσῆλθε δὲ καὶ εἰς τὸν οἶκον Ῥαχήλ.
34拉結 已經把神像藏在駱駝的馱簍裏,便坐在上頭。 拉班 摸遍了那帳棚,並沒有摸着。
34Ῥαχὴλ δὲ ἔλαβε τὰ εἴδωλα, καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου, καὶ ἐπεκάθισεν αὐτοῖς.
35拉結 對她父親說:「現在我身上不便,不能在你面前起來,求我主不要生氣。」這樣, 拉班 搜尋神像,竟沒有搜出來。
35Καὶ εἶπε τῷ πατρὶ αὐτῆς, μὴ βαρέως φέρε, κύριε· οὐ δυνάμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατʼ ἐθισμὸν τῶν γυναικῶν μοι ἐστίν· ἠρεύνησε Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ, καὶ οὐχ εὗρε τὰ εἴδωλα.
36雅各 就發怒斥責 拉班 說:「我有甚麼過犯,有甚麼罪惡,你竟這樣火速地追我?
36Ὠργίσθη δὲ Ἰακὼβ, καὶ ἐμαχέσατο τῷ Λάβαν· ἀποκριθεὶς δὲ Ἰακὼβ εἶπε τῷ Λάβαν, τί τὸ ἀδίκημά μου; καὶ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου,
37你摸遍了我一切的家具,你搜出甚麼來呢?可以放在你我弟兄面前,叫他們在你我中間辨別辨別。
37καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη τοῦ οἴκου μου; τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου; θὲς ὧδε ἐνώπιον τῶν ἀδελφῶν σου καὶ τῶν ἀδελφῶν μου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν.
38我在你家這二十年,你的母綿羊、母山羊沒有掉過胎。你群中的公羊,我沒有吃過;
38Ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον.
39被野獸撕裂的,我沒有帶來給你,是我自己賠上。無論是白日,是黑夜,被偷去的,你都向我索要。
39Θηριάλωτον οὐκ ἐνήνοχά σοι· ἐγὼ ἀπετίννυον παρʼ ἐμαυτοῦ κλέμματα ἡμέρας, καὶ κλέμματα νυκτός.
40我白日受盡乾熱,黑夜受盡寒霜,不得合眼睡着,我常是這樣。
40Ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτός· καὶ ἀφίστατο ὁ ὕπνος μου ἀπὸ τῶν ὀφθαλμῶν μου.
41我這二十年在你家裏,為你的兩個女兒服事你十四年,為你的羊群服事你六年,你又十次改了我的工價。
41Ταῦτά μοι εἴκοσι ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκίᾳ σου· ἐδούλευσά σοι δεκατέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου, καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν.
42若不是我父親 以撒 所敬畏的上帝,就是 亞伯拉罕 的上帝與我同在,你如今必定打發我空手而去。上帝看見我的苦情和我的勞碌,就在昨夜責備你。」
42Εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ, καὶ ὁ φόβος Ἰσαὰκ, ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον τῶν χειρῶν μου, εἶδεν ὁ Θεός· καὶ ἤλεγξέ σε χθές.
43拉班 回答 雅各 說:「這女兒是我的女兒,這些孩子是我的孩子,這些羊群也是我的羊群;凡在你眼前的都是我的。我的女兒並她們所生的孩子,我今日能向他們做甚麼呢?
43Ἀποκριθεὶς δὲ Λάβαν εἶπε τῷ Ἰακὼβ, αἱ θυγατέρες, θυγατέρες μου, καὶ υἱοὶ, υἱοί μου, καὶ τὰ κτήνη, κτήνη μου· καὶ πάντα ὅσα σὺ ὁρᾷς, ἐμά ἐστι, καὶ τῶν θυγατέρων μου· τί ποιήσω ταύταις σήμερον ἢ τοῖς τέκνοις αὐτῶν, οἷς ἔτεκον;
44來吧!你我二人可以立約,作你我中間的證據。」
44Νῦν οὖν δεῦρο διαθῶμαι διαθήκην ἐγώ τε καὶ σύ· καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ· εἶπε δὲ αὐτῷ, ἰδοὺ οὐθεὶς μεθʼ ἡμῶν ἐστιν· ἴδε ὁ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
45雅各 就拿一塊石頭立作柱子,
45Λαβὼν δὲ Ἰακὼβ λίθον, ἔστησεν αὐτὸν στήλην.
46又對眾弟兄說:「你們堆聚石頭。」他們就拿石頭來堆成一堆,大家便在旁邊吃喝。
46Εἶπε δὲ Ἰακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ, συλλέγετε λίθους· καὶ συνέλεξαν λίθους, καὶ ἐποίησαν βουνόν· καὶ ἔφαγον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ· καὶ εἶπεν αὐτῷ Λάβαν, ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον.
47拉班 稱那石堆為 伊迦爾‧撒哈杜他 , 雅各 卻稱那石堆為 迦累得 。
47Καὶ ἐκάλεσεν αὐτὸν Λάβαν, βουνὸς τῆς μαρτυρίας· Ἰακὼβ δὲ ἐκάλεσεν αὐτὸν, βουνὸς μάρτυς.
48拉班 說:「今日這石堆作你我中間的證據。」因此這地方名叫 迦累得 ,
48Εἶπε δὲ Λάβαν τῷ Ἰακὼβ, ἰδοὺ ὁ βουνὸς οὗτος καὶ ἡ στήλη, ἣν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ· μαρτυρεῖ ὁ βουνὸς οὗτος, καὶ μαρτυρεῖ ἡ στήλη αὕτη· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα, βουνὸς μαρτυρεῖ.
49又叫 米斯巴 ,意思說:「我們彼此離別以後,願耶和華在你我中間鑒察。
49Καὶ ἡ ὅρασις, ἣν εἶπεν, ἐπίδοι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ· ὅτι ἀποστησόμεθα ἕτερος ἀφʼ ἑτέρου.
50你若苦待我的女兒,又在我的女兒以外另娶妻,雖沒有人知道,卻有上帝在你我中間作見證。」
50Εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λάβῃς γυναῖκας πρὸς ταῖς θυγατράσι μου, ὅρα, οὐθεὶς μεθʼ ἡμῶν ἐστιν ὁρῶν· Θεὸς μάρτυς μεταξὺ ἐμοῦ καὶ μεταξὺ σοῦ. Καὶ εἶπε Λάβαν τῷ Ἰακὼβ, ἰδοὺ ὁ βουνὸς οὗτος καὶ μάρτυς ἡ στήλη αὕτη.
51拉班 又說:「你看我在你我中間所立的這石堆和柱子。
no verse 51 in this text
52這石堆作證據,這柱子也作證據。我必不過這石堆去害你;你也不可過這石堆和柱子來害我。
52Ἐάν τε γὰρ ἐγὼ μὴ διαβῶ πρός σε, μήτε σὺ διαβῇς πρός με τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ.
53但願 亞伯拉罕 的上帝和 拿鶴 的上帝,就是他們父親的上帝,在你我中間判斷。」 雅各 就指着他父親 以撒 所敬畏的 上帝 起誓,
53Ὁ Θεὸς Ἁβραὰμ καὶ ὁ Θεὸς Ναχὼρ κρίναι ἀνὰ μέσον ἡμῶν· καὶ ὤμοσεν Ἰακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ.
54又在山上獻祭,請眾弟兄來吃飯。他們吃了飯,便在山上住宿。
54Καὶ ἔθυσεν θυσίαν ἐν τῷ ὄρει· καὶ ἐκάλεσε τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον, καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει.
55拉班 清早起來,與他外孫和女兒親嘴,給他們祝福,回往自己的地方去了。
no verse 55 in this text
Tip: use the ← and → keys to turn chapters.