耶利米哀歌 2
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1主何竟发怒,使黑云遮蔽 锡安 城! 他将 以色列 的华美从天扔在地上; 在他发怒的日子并不记念自己的脚凳。
1ΠΩΣ ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ Κύριος τὴν θυγατέρα Σιών; κατέρριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ἰσραήλ, καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ.
2主吞灭 雅各 一切的住处,并不顾惜。 他发怒倾覆 犹大 民的保障, 使这保障坍倒在地; 他辱没这国和其中的首领。
2Κατεπόντισε Κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα Ἰακώβ, καθεῖλεν ἐν θυμῷ αὐτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς Ἰούδα, ἐκόλλησεν εἰς τὴν γῆν, ἐβεβήλωσε βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς.
3他发烈怒,把 以色列 的角全然砍断, 在仇敌面前收回右手。 他像火焰四围吞灭,将 雅各 烧毁。
3Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ἰσραήλ, ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ καὶ ἀνῆψεν ἐν Ἰακὼβ ὡς πῦρ φλόγα, καὶ κατέφαγε πάντα τὰ κύκλῳ.
4他张弓好像仇敌; 他站着举起右手, 如同敌人将悦人眼目的,尽行杀戮。 在 锡安 百姓的帐棚上 倒出他的忿怒,像火一样。
4Ἐνέτεινε τόξον αὐτοῦ ὡς ἐχθρός, ἐστερέωσε δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινε πάντα τὰ ἐπιθυμήματα τῶν ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς Σιών, ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ.
5主如仇敌吞灭 以色列 和 锡安 的一切宫殿, 拆毁百姓的保障; 在 犹大 民中加增悲伤哭号。
5Ἐγενήθη Κύριος ὡς ἐχθρός, κατεπόντισεν Ἰσραήλ, κατεπόντισε πάσας τὰς βάρεις αὐτῆς, διέφθειρε τὰ ὀχυρώματα αὐτοῦ καὶ ἐπλήθυνε τῇ θυγατρὶ Ἰούδα ταπεινουμένην καὶ τεταπεινωμένην.
6他强取自己的帐幕,好像是园中的 窝 棚, 毁坏他的聚会之处。 耶和华使圣节和安息日在 锡安 都被忘记, 又在怒气的愤恨中藐视君王和祭司。
6Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέφθειρεν ἑορτὴν αὐτοῦ· ἐπελάθετο Κύριος ἃ ἐποίησεν ἐν Σιὼν ἑορτῆς καὶ σαββάτου καὶ παρώξυνεν ἐμβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα καὶ ἄρχοντα.
7耶和华丢弃自己的祭坛, 憎恶自己的圣所, 将宫殿的墙垣交付仇敌。 他们在耶和华的殿中喧嚷, 像在圣会之日一样。
7Ἀπώσατο Κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα αὐτοῦ, συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς· φωνὴν ἔδωκαν ἐν οἴκῳ Κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς.
8耶和华定意拆毁 锡安 的城墙; 他拉了准绳, 不将手收回,定要毁灭。 他使外郭和城墙都悲哀, 一同衰败。
8Καὶ ἐπέστρεψε Κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιών· ἐξέτεινε μέτρον, οὐκ ἀπέστρεψε χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος, καὶ ἐπένθησε τὸ προτείχισμα, καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν.
9锡安 的门都陷入地内; 主将她的门闩毁坏,折断。 她的君王和首领落在没有律法的列国中; 她的先知不得见耶和华的异象。
9Ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς, ἀπώλεσε καὶ συνέτριψε μοχλοὺς αὐτῆς· βασιλέα αὐτῆς καὶ ἄρχοντα αὐτῆς ἐν τοῖς ἔθνεσιν· οὐκ ἔστι νόμος, καί γε προφῆται αὐτῆς οὐκ εἶδον ὅρασιν παρὰ Κυρίου.
10锡安 城的长老坐在地上默默无声; 他们扬起尘土落在头上,腰束麻布; 耶路撒冷 的处女垂头至地。
10Ἐκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σιών, ἀνεβίβασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο σάκκους, κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ἱερουσαλήμ.
11我眼中流泪,以致失明; 我的心肠扰乱,肝 胆 涂地, 都因我众民遭毁灭, 又因孩童和吃奶的在城内街上发昏。
11Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ καρδία μου, ἐξεχύθη εἰς τὴν γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐν τῷ ἐκλείπειν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως.
12那时,他们在城内街上发昏,好像受伤的, 在母亲的怀里,将要丧命; 对母亲说:谷、酒在哪里呢?
12Ταῖς μητράσιν αὐτῶν εἶπαν· ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως, ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν.
13耶路撒冷 的民哪,我可用什么向你证明呢? 我可用什么与你相比呢? 锡安 的民哪,我可拿什么和你比较,好安慰你呢? 因为你的裂口大如海, 谁能医治你呢?
13Τί μαρτυρήσω σοι ἢ τί ὁμοιώσω σοι, θύγατερ Ἱερουσαλήμ; τίς σώσει σε καὶ παρακαλέσει σε, παρθένος θύγατερ Σιών; ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου· τίς ἰάσεταί σε;
14你的先知为你见虚假和愚昧的异象, 并没有显露你的罪孽, 使你被掳的归回; 却为你见虚假的默示 和使你被赶出本境的缘故。
14Προφῆταί σου εἴδοσάν σοι μάταια καὶ ἀφροσύνην καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι αἰχμαλωσίαν σου, καὶ εἴδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα.
15凡过路的都向你拍掌。 他们向 耶路撒冷 城嗤笑,摇头, 说 : 难道人所称为全美的, 称为全地所喜悦的,就是这城吗?
15Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν, ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ἱερουσαλήμ· αὕτη ἡ πόλις, ἐροῦσι, στέφανος εὐφροσύνης πάσης τῆς γῆς.
16你的仇敌都向你大大张口; 他们嗤笑,又切齿说: 我们吞灭她。 这真是我们所盼望的日子临到了! 我们亲眼看见了!
16Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου, ἐσύρισαν καὶ ἔβρυξαν ὁδόντας, καὶ εἶπαν· κατεπίομεν αὐτήν, πλὴν αὕτη ἡ ἡμέρα, ἣν προσεδοκῶμεν, εὕρομεν αὐτήν, εἴδομεν.
17耶和华成就了他所定的, 应验了他古时所命定的。 他倾覆了,并不顾惜, 使你的仇敌向你夸耀; 使你敌人的角也被高举。
17Ἐποίησε Κύριος ἃ ἐνεθυμήθη, συνετέλεσε ρήματα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων, καθεῖλε καί οὐκ ἐφείσατο, καὶ ηὔφρανεν ἐπὶ σὲ ἐχθρόν, ὕψωσε κέρας θλίβοντός σε.
18锡安 民的心哀求主。 锡安 的城墙啊,愿你流泪如河, 昼夜不息; 愿你眼中的瞳人泪流不止。
18Ἐβόησε καρδία αὐτῶν πρὸς Κύριον· τείχη Σιών, καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ νυκτός· μὴ δῷς ἔκνηψιν σεαυτῇ, μὴ σιωπήσαιτο, θύγατερ, ὁ ὀφθαλμός σου.
19夜间,每逢交更的时候要起来呼喊, 在主面前倾心如水。 你的孩童在各市口上受饿发昏; 你要为他们的性命向主举手祷告。
19Ἀνάστα, ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου, ἔκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου Κυρίου, ἆρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων σου τῶν ἐκλυομένων λιμῷ ἐπ' ἀρχῆς πασῶν ἐξόδων.
20耶和华啊,求你观看! 见你向谁这样行? 妇人岂可吃自己所生育手里所摇弄的婴孩吗? 祭司和先知岂可在主的圣所中被杀戮吗?
20Ἰδέ, Κύριε, καὶ ἐπίβλεψον τίνι ἐπφφύλλισας οὕτως· εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὐτῶν; ἐπιφυλλίδα ἐποίησε μάγειρος· φονευθήσονται νήπια θηλάζοντα μαστούς; ἀποκτενεῖς ἐν ἁγιάσματι Κυρίου ἱερέα καὶ προφήτην;
21少年人和老年人都在街上躺卧; 我的处女和壮丁都倒在刀下; 你发怒的日子杀死他们。 你杀了,并不顾惜。
21Ἐκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης. παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ· ἐν ρομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν ἡμέρᾳ ὀργῆς σου ἐμαγείρευσας, οὐκ ἐφείσω.
22你招聚四围惊吓我的, 像在大会的日子招聚 人 一样。 耶和华发怒的日子, 无人逃脱,无人存留。 我所摇弄所养育的婴孩, 仇敌都杀净了。
22Ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν, καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ὀργῆς Κυρίου ἀνασῳζόμενος καὶ καταλελειμμένος, ὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας.
Tip: use the ← and → keys to turn chapters.