约伯记
Chapter 31
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1我与眼睛立约, 怎能恋恋瞻望处女呢?
1ΔΙΑΘΗΚΗΝ ἐθέμην τοῖς ὀφθαλμοῖς μου καὶ οὐ συνήσω ἐπὶ παρθένον.
2从至上的 神所得之分, 从至高全能者所得之业是什么呢?
2καὶ τί ἐμέρισεν ὁ Θεὸς ἄνωθεν καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων;
3岂不是祸患临到不义的, 灾害临到作孽的呢?
3οὐχὶ ἀπώλεια τῷ ἀδίκῳ καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν;
4神岂不是察看我的道路, 数点我的脚步呢?
4οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμήσεται;
5我若与虚谎同行, 脚若追随诡诈; (
5εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν, εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον·
6我若被公道的天平称度, 使 神可以知道我的纯正;)
6ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου.
7我的脚步若偏离正路, 我的心若随着我的眼目, 若有玷污粘在我手上;
7εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ, εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου, εἰ δὲ καὶ ταῖς χερσί μου ἡψάμην δώρων,
8就愿我所种的有别人吃, 我田所产的被拔出来。
8σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν, ἄρριζος δὲ γενοίμην ἐπὶ γῆς.
9我若受迷惑,向妇人 起淫念 , 在邻舍的门外蹲伏,
9εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, εἰ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς,
10就愿我的妻子给别人推磨, 别人也与她同室。
10ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἑτέρῳ, τὰ δὲ νήπιά μου ταπεινωθείη·
11因为这是大罪, 是审判官 当罚的 罪孽。
11θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος τὸ μιᾶναι ἀνδρὸς γυναῖκα·
12这本是火焚烧,直到毁灭, 必拔除我所有的家产。
12πῦρ γάρ ἐστι καιόμενον ἐπὶ πάντων τῶν μερῶν, οὗ δ᾿ ἂν ἐπέλθῃ ἐκ ριζῶν ἀπώλεσεν.
13我的仆婢与我争辩的时候, 我若藐视不听他们的情节;
13εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρός με,
14神兴起,我怎样行呢? 他察问,我怎样回答呢?
14τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιῆται ὁ Κύριος; ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι;
15造我在腹中的,不也是造他吗? 将他与我抟在腹中的岂不是一位吗?
15πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασι; γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.
16我若不容贫寒人得其所愿, 或叫寡妇眼中失望,
16ἀδύνατοι δὲ χρείαν, ἥν ποτε εἶχον, οὐκ ἀπέτυχον, χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα.
17或独自吃我一点食物, 孤儿没有与我同吃; (
17εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ οὐχὶ ὀρφανῷ μετέδωκα·
18从幼年时孤儿与我同长,好像父子一样; 我从出母腹就扶助寡妇。)
18ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατήρ, καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα·
19我若见人因无衣死亡, 或见穷乏人身无遮盖;
19εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα αὐτόν,
20我若不使他因我羊的毛得暖, 为我祝福;
20ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν·
21我若在城门口见有帮助我的, 举手攻击孤儿;
21εἰ ἐπῇρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια περίεστιν,
22情愿我的肩头从缺盆骨脱落, 我的膀臂从羊矢骨折断。
22ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός, ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη.
23因 神降的灾祸使我恐惧; 因他的威严,我不能妄为。
23φόβος γὰρ Κυρίου συνέσχε με, ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω.
24我若以黄金为指望, 对精金说: 你是 我的倚靠;
24εἰ ἔταξα χρυσίον εἰς χοῦν μου, εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα,
25我若因财物丰裕, 因我手多得资财而欢喜;
25εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μοι γενομένου, εἰ δὲ καὶ ἐπ᾿ ἀναριθμήτοις ἐθέμην χεῖρά μου·
26我若见太阳发光, 明月行在空中,
26ἦ οὐχ ὁρῶ μὲν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα, σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπ᾿ αὐτοῖς ἐστιν.
27心就暗暗被引诱, 口便亲手;
27καὶ εἰ ἠπατήθη λάθρᾳ ἡ καρδία μου, εἰ δὲ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα,
28这也是审判官 当罚的 罪孽, 又是我背弃在上的 神。
28καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη, ὅτι ἐψευσάμην ἐναντίον Κυρίου τοῦ Ὑψίστου.
29我若见恨我的遭报就欢喜, 见他遭灾便高兴; (
29εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου καὶ εἶπεν ἡ καρδία μου· εὖγε,
30我没有容口犯罪, 咒诅他的生命;)
30ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου, θρυλληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος.
31若我帐棚的人未尝说, 谁不以主人的食物吃饱呢? (
31εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θαράπαιναί μου· τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι; λίαν μου χρηστοῦ ὄντος·
32从来我没有容客旅在街上住宿, 却开门迎接行路的人;)
32ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο.
33我若像 亚当 遮掩我的过犯, 将罪孽藏在怀中;
33εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου,
34因惧怕大众, 又因宗族藐视我使我惊恐, 以致闭口无言,杜门不出;
34οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι ἐνώπιον αὐτῶν· εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ,
35惟愿有一位肯听我! (看哪,在这里有我所划的押, 愿全能者回答我!)
35τίς δῴη ἀκούοντά μου; χεῖρα δὲ Κυρίου εἰ μὴ ἐδεδοίκειν, συγγραφὴν δέ, ἣν εἶχον κατά τινος,
36愿那敌我者所写的状词 在我这里 ! 我必带在肩上,又绑在头上为冠冕。
36ἐπ᾿ ὤμοις ἂν περιθέμενος στέφανον ἀνεγίνωσκον,
37我必向他述说我脚步的数目, 必如君王进到他面前。
37καὶ εἰ μὴ ρήξας αὐτὴν ἀπέδωκα, οὐθὲν λαβὼν παρὰ χρεωφειλέτου·
38我若 夺取 田地,这地向我喊冤, 犁沟一同哭泣;
38εἰ ἐπ᾿ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν, εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν,
39我若吃地的出产不给价值, 或叫原主丧命;
39εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς, εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα,
40愿这地长蒺藜代替麦子, 长恶草代替大麦。 约伯 的话说完了。
40ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη, ἀντὶ δὲ κριθῆς βάτος. καὶ ἐπαύσατο Ἰὼβ ρήμασιν.

Tip: use the ← and → keys to turn chapters.