以斯拉记 7
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1这事以后, 波斯 王 亚达薛西 年间,有个 以斯拉 ,他是 西莱雅 的儿子, 西莱雅 是 亚撒利雅 的儿子, 亚撒利雅 是 希勒家 的儿子,
1Καὶ μετὰ τὰ ῥήματα ταῦτα ἐν βασιλείᾳ Ἀρθασασθὰ βασιλέως Περσῶν, ἀνέβη Ἔσδρας υἱὸς Σαραίου, υἱοῦ Ἀζαρίου, υἱοῦ Χελκία,
2希勒家 是 沙龙 的儿子, 沙龙 是 撒督 的儿子, 撒督 是 亚希突 的儿子,
2υἱοῦ Σελοὺμ, υἱοῦ Σαδδοὺκ, υἱοῦ Ἀχιτὼβ,
3亚希突 是 亚玛利雅 的儿子, 亚玛利雅 是 亚撒利雅 的儿子, 亚撒利雅 是 米拉约 的儿子,
3υἱοῦ Σαμαρία, υἱοῦ Ἐσριὰ, υἱοῦ Μαρεὼθ,
4米拉约 是 西拉希雅 的儿子, 西拉希雅 是 乌西 的儿子, 乌西 是 布基 的儿子,
4υἱοῦ Ζαραΐα, υἱοῦ Ὀζίου, υἱοῦ Βοκκὶ,
5布基 是 亚比书 的儿子, 亚比书 是 非尼哈 的儿子, 非尼哈 是 以利亚撒 的儿子, 以利亚撒 是大祭司 亚伦 的儿子。
5υἱοῦ Ἀβισουὲ, υἱοῦ Φινεὲς, υἱοῦ Ἐλεάζαρ, υἱοῦ Ἀαρὼν τοῦ ἱερέως τοῦ πρώτου·
6这 以斯拉 从 巴比伦 上来,他是敏捷的文士,通达耶和华— 以色列 神所赐 摩西 的律法书。王允准他一切所求的,是因耶和华—他 神的手帮助他。
6Αὐτὸς Ἔσδρας ἀνέβη ἐκ Βαβυλῶνος, καὶ αὐτὸς γραμματεὺς ταχὺς ἐν νόμῳ Μωυσῆ, ὃν ἔδωκε Κύριος ὁ Θεὸς Ἰσραήλ· καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς, ὅτι χεὶρ Κυρίου Θεοῦ αὐτοῦ ἐπʼ αὐτὸν ἐν πᾶσιν οἷς ἐζήτει αὐτός.
7亚达薛西 王第七年, 以色列 人、祭司、 利未 人、歌唱的、守门的、尼提宁,有上 耶路撒冷 的。
7Καὶ ἀνέβησαν ἀπὸ τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπὸ τῶν ἱερέων, καὶ ἀπὸ τῶν Λευιτῶν. καὶ οἱ ᾄδοντες, καὶ οἱ πυλωροὶ, καὶ οἱ Ναθινὶμ, εἰς Ἱερουσαλὴμ ἐν ἔτει ἑβδόμῳ τῷ Ἀρθασασθὰ τῷ βασιλεῖ.
8王第七年五月, 以斯拉 到了 耶路撒冷 。
8Καὶ ἤλθοσαν εἰς Ἱερουσαλὴμ τῷ μηνὶ τῷ πέμπτῳ, τοῦτο τὸ ἔτος ἕβδομον τῷ βασιλεῖ·
9正月初一日,他从 巴比伦 起程;因他 神施恩的手帮助他,五月初一日就到了 耶路撒冷 。
9Ὅτι ἐν μιᾷ τοῦ μηνὸς τοῦ πρώτου αὐτὸς ἐθεμελίωσε τὴν ἀνάβασιν τὴν ἀπὸ Βαβυλῶνος· ἐν δὲ τῇ πρώτῃ τοῦ μηνὸς τοῦ πέμπτου ἤλθοσαν εἰς Ἱερουσαλὴμ, ὅτι χεὶρ Θεοῦ αὐτοῦ ἦν ἀγαθὴ ἐπʼ αὐτόν.
10以斯拉 定志考究遵行耶和华的律法,又将律例典章教训 以色列 人。
10ὅτι Ἔσδρας ἔδωκεν ἐν καρδίᾳ αὐτοῦ ζητῆσαι τὸν νόμον, καὶ ποιεῖν καὶ διδάσκειν ἐν Ἰσραὴλ προστάγματα καὶ κρίματα.
11祭司 以斯拉 是通达耶和华诫命和赐 以色列 之律例的文士。 亚达薛西 王赐给他们谕旨,上面写着说:
11Καὶ αὕτη ἡ διασάφησις τοῦ διατάγματος, οὗ ἔδωκεν Ἀρθασασθὰ τῷ Ἔσδρα τῷ ἱερεῖ τῷ γραμματεῖ βιβλίου λόγων ἐντολῶν Κυρίου καὶ προσταγμάτων αὐτοῦ ἐπὶ τὸν Ἰσραήλ.
12「诸王之王 亚达薛西 ,达于祭司 以斯拉 通达天上 神律法大德的文士,云云。
12Ἀρθασασθὰ βασιλεὺς βασιλέων Ἔσδρᾳ γραμματεῖ νόμου Κυρίου τοῦ Θεοῦ τοῦ οὐρανοῦ· τετελέσθω λόγος καὶ ἡ ἀπόκρισις.
13住在我国中的 以色列 人、祭司、 利未 人,凡甘心上 耶路撒冷 去的,我降旨准他们与你同去。
13Ἀπʼ ἐμοῦ ἐτέθη γνώμη, ὅτι πᾶς ὁ ἑχουσιαζόμενος ἐν βασιλείᾳ μου ἀπὸ λαοῦ Ἰσραὴλ καὶ ἱερέων καὶ Λευιτῶν πορευθῆναι εἰς Ἱερουσαλὴμ, μετὰ σοῦ πορευθῆναι.
14王与七个谋士既然差你去,照你手中 神的律法书察问 犹大 和 耶路撒冷 的景况;
14Ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τῶν ἑπτὰ συμβούλων ἀπεστάλη ἐπισκέψασθαι ἐπὶ τὴν Ἰουδαίαν καὶ εἰς Ἱερουσαλὴμ νόμῳ Θεοῦ αὐτῶν τῷ ἐν χειρί σου·
15又带金银,就是王和谋士甘心献给住 耶路撒冷 、 以色列 神的,
15Καὶ εἰς οἶκον Κυρίου, ἀργύριον καὶ χρυσίον, ὃ ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι ἑκουσιάσθησαν τῷ Θεῷ τοῦ Ἰσραὴλ τῷ ἐν Ἱερουσαλὴμ κατασκηνοῦντι.
16并带你在 巴比伦 全省所得的金银,和百姓、祭司乐意献给 耶路撒冷 —他们 神殿的礼物。
16Καὶ πᾶν ἀργύριον καὶ χρυσίον, ὅ, τι ἐὰν εὕρῃς ἐν πάσῃ χώρᾳ Βαβυλῶνος μετὰ ἑκουσιασμοῦ τοῦ λαοῦ, καὶ ἱερέων τῶν ἑκουσιαζομένων εἰς οἶκον Θεοῦ τὸν ἐν Ἱερουσαλήμ.
17所以你当用这金银,急速买公牛、公绵羊、绵羊羔,和同献的素祭奠祭之物,献在 耶路撒冷 —你们 神殿的坛上。
17Καὶ πάντα προσπορευόμενον τοῦτον ἑτοίμως ἔνταξον ἐν βιβλίῳ τούτῳ, μόσχους, κριοὺς, ἀμνοὺς, καὶ θυσίας αὐτῶν, καὶ σπονδὰς αὐτῶν· καὶ προσοίσεις αὐτὰ ἐπὶ τοῦ θυσιαστηρίου τοῦ οἴκου τοῦ Θεοῦ ὑμῶν τοῦ ἐν Ἱερουσαλήμ.
18剩下的金银,你和你的弟兄看着怎样好,就怎样用,总要遵着你们 神的旨意。
18Καὶ εἴ τι ἐπὶ σὲ καὶ τοὺς ἀδελφούς σου ἀγαθυνθῇ ἐν καταλοίπῳ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου ποιῆσαι, ὡς ἀρεστὸν τῷ Θεῷ ὑμῶν ποιήσατε.
19所交给你 神殿中使用的器皿,你要交在 耶路撒冷 神面前。
19Καὶ τὰ σκεύη τὰ διδόμενά σοι εἰς λειτουργίαν οἴκου Θεοῦ, παράδος ἐνώπιον τοῦ Θεοῦ ἐν Ἱερουσαλήμ.
20你 神殿里若再有需用的经费,你可以从王的府库里支取。
20Καὶ κατάλοιπον χρείας οἴκου Θεοῦ σου, ὃ ἂν φανῇ σοι δοῦναι, δώσεις ἀπὸ οἴκων γάζης βασιλέως καὶ ἀπʼ ἐμοῦ.
21「我— 亚达薛西 王又降旨与 河西 的一切库官,说:『通达天上 神律法的文士祭司 以斯拉 ,无论向你们要什么,你们要速速地备办,
21Ἐγὼ Ἀρθασασθὰ βασιλεὺς ἔθηκα γνώμην πάσαις ταῖς γάζαις ταῖς ἐν πέρα τοῦ ποταμοῦ, ὅτι πᾶν ὃ ἂν αἰτήσῃ ὑμᾶς Ἔσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς τοῦ Θεοῦ τοῦ οὐρανοῦ, ἑτοίμως γινέσθω·
22就是银子直到一百他连得,麦子一百柯珥,酒一百罢特,油一百罢特,盐不计其数,也要给他。
22ἕως ἀργυρίου ταλάντων ἑκατὸν, καὶ ἕως πυροῦ κόρων ἑκατὸν, καὶ ἕως οἶνου βατῶν ἑκατὸν, καὶ ἕως ἐλαίου βατῶν ἑκατὸν, καὶ ἅλας οὗ οὐκ ἔστι γραφή.
23凡天上之 神所吩咐的,当为天上 神的殿详细办理。为何使忿怒临到王和王众子的国呢?
23Πᾶν ὅ ἐστιν ἐν γνώμῃ Θεοῦ τοῦ οὐρανοῦ, γινέσθω· προσέχετε μήτις ἐπιχειρήσῃ εἰς τὸν οἶκον Θεοῦ τοῦ οὐρανοῦ, μή ποτε γένηται ὀργὴ ἐπὶ τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν αὐτοῦ.
24我又晓谕你们,至于祭司、 利未 人、歌唱的、守门的,和尼提宁,并在 神殿当差的人,不可叫他们进贡,交课,纳税。』
24Καὶ ὑμῖν ἐγνώρισται ἐν πᾶσι τοῖς ἱερεῦσι, καὶ τοῖς Λευίταις, ᾄδουσι, πυλωροῖς, Ναθινὶμ, καὶ λειτουργοῖς οἴκου Θεοῦ τοῦτο, φόρος μὴ ἔστω σοι, οὐκ ἐξουσιάσεις καταδουλοῦσθαι αὐτούς.
25「 以斯拉 啊,要照着你 神赐你的智慧,将所有明白你 神律法的人立为士师、审判官,治理 河西 的百姓,使他们教训一切不明白 神 律法的人。
25Καὶ σὺ Ἔσδρα, ὡς ἡ σοφία τοῦ Θεοῦ ἐν χειρί σου, κατάστησον γραμματεῖς καὶ κριτὰς, ἵνα ὦσι κρίνοντες παντὶ τῷ λαῷ τῷ ἐν πέρα τοῦ ποταμοῦ πᾶσι τοῖς εἰδόσι νόμον τοῦ Θεοῦ σου, καὶ τῷ μὴ εἰδότι γνωριεῖτε.
26凡不遵行你 神律法和王命令的人就当速速定他的罪,或治死,或充军,或抄家,或囚禁。」
26Καὶ πὰς ὃς ἂν μὴ ᾖ ποιῶν νόμον τοῦ Θεοῦ καὶ νόμον τοῦ βασιλέως ἑτοίμως, τὸ κρίμα ἔσται γινόμενον ἐξ αὐτοῦ, ἐάν τε εἰς θάνατον, ἐάν τε εἰς παιδείαν, ἐάν τε εἰς ζημίαν τοῦ βίου. ἐάν τε εἰς παράδοσιν.
27以斯拉 说:「耶和华—我们列祖的 神是应当称颂的!因他使王起这心意修饰 耶路撒冷 耶和华的殿,
27Εὐλογητὸς Κύριος ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὃς ἔδωκεν ἐν καρδίᾳ τοῦ βασιλέως οὕτως, τοῦ δοξάσαι τὸν οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλὴμ,
28又在王和谋士,并大能的军长面前施恩于我。因耶和华—我 神的手帮助我,我就得以坚强,从 以色列 中招聚首领,与我一同上来。」
28καὶ ἐπʼ ἐμὲ ἔκλινεν ἔλεος ἐν ὀφθαλμοῖς τοῦ βασιλέως καὶ τῶν συμβούλων αὐτοῦ, καὶ πάντων τῶν ἀρχόντων τοῦ βασιλέως, τῶν ἐπῃρμένων· καὶ ἐγὼ ἐκραταιώθην ὡς χεὶρ Θεοῦ ἡ ἀγαθὴ ἐπʼ ἐμέ, καὶ συνῆξα ἀπὸ Ἰσραὴλ ἄρχοντας ἀναβῆναι μετʼ ἐμοῦ.
Tip: use the ← and → keys to turn chapters.