以西结书 47
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1他带我回到殿门,见殿的门槛下有水往东流出(原来殿面朝东)。这水从槛下,由殿的右边,在祭坛的南边往下流。
1Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τοῦ οἴκου· καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν τοῦ αἰθρίου κατὰ ἀνατολὰς, ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἔβλεπε κατὰ ἀνατολὰς, καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ, ἀπὸ Νότου ἐπὶ τὸ θυσιαστήριον.
2他带我出北门,又领我从外边转到朝东的外门,见水从右边流出。
2Καὶ ἐξήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, καὶ περιήγαγέ με τὴν ὁδὸν ἔξωθεν πρὸς τὴν πύλην τῆς αὐλῆς τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ ἰδοὺ τὸ ὕδωρ κατεφέρετο ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ,
3他手拿准绳往东出去的时候,量了一千肘,使我趟过水,水到踝子骨。
3καθὼς ἔξοδος ἀνδρὸς ἐξεναντίας· καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ· καὶ διεμέτρησε χιλίους ἐν τῷ μετρῳ, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως·
4他又量了一千 肘 ,使我趟过水,水就到膝;再量了一千 肘 ,使我趟过 水 ,水便到腰;
4καὶ διεμέτρησε χιλίους, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἕως τῶν μηρῶν· καὶ διεμέτρησε χιλίους, καὶ διῆλθεν ὕδωρ ἕως ὀσφύος.
5又量了一千 肘 ,水便成了河,使我不能趟过。因为水势涨起,成为可洑的水,不可趟的河。
5Καὶ διεμέτρησε χιλίους, καὶ οὐκ ἠδύνατο διελθεῖν, ὅτι ἐξύβριζεν ὡς χειμάῤῥου ὃν οὐ διαβήσονται.
6他对我说:「人子啊,你看见了什么?」 他就带我回到河边。
6Καὶ εἶπε πρὸς μὲ, ἑὼρακας υἱὲ ἀνθρώπου; καὶ ἤγαγέ με, καὶ ἐπέστρεψέ με ἐπι τὸ χεῖλος τοῦ ποταμοῦ,
7我回到河边的时候,见在河这边与那边的岸上有极多的树木。
7ἐν τῇ ἐπιστροφῇ μου· καὶ ἰδοὺ ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ δένδρα πολλὰ σφόδρα ἔνθεν καὶ ἔνθεν.
8他对我说:「这水往东方流去,必下到 亚拉巴 ,直到海。所发出来的 水 必流入 盐 海 ,使水变甜。
8Καὶ εἶπε πρὸν μὲ, τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς, καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν, καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα·
9这河水所到之处,凡滋生的动物都必生活,并且因这流来的水必有极多的鱼, 海水 也变甜了。这河水所到之处,百物都必生活。
9Καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζώων τῶν ἐκζεόντων, ἐπὶ πάντα ἐφʼ ἃ ἂν ἐπέλθῃ ἐκεῖ ὁ ποταμὸς, ζήσεται· καὶ ἔσται ἐκεῖ ἰχθὺς πολὺς σφόδρα, ὅτι ἥκει ἐκεῖ τὸ ὕδωρ τοῦτο, καὶ ὑγιάσει, καὶ ζήσεται, πᾶν ἐφʼ ὃ ἂν ἔλθῃ ὁ ποταμὸς ἐκεῖ, ζήσεται.
10必有渔夫站在河边,从 隐·基底 直到 隐·以革莲 ,都作晒网之处。那鱼各从其类,好像大海的鱼甚多。
10Καὶ στήσονται ἐκεῖ ἁλιεῖς ἀπὸ Ἰνγαδεὶν ἕως Ἐναγαλλείμ· ψυγμὸς σαγηνῶν ἔσται, καθʼ ἑαυτὴν ἔσται· καὶ οἱ ἰχθύες αὐτῆς, ὡς οἱ ἰχθύες τῆς θαλάσσης τῆς μεγάλης, πλῆθος πολὺ σφόδρα.
11只是泥泞之地与洼湿之处不得治好,必为盐地。
11Καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ, καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ, καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ, οὐ μὴ ὑγιάσωσιν, εἰς ἅλας δέδονται.
12在河这边与那边的岸上必生长各类的树木; 其果 可作食物,叶子不枯干,果子不断绝。每月必结新果子,因为这水是从圣所流出来的。树上的果子必作食物,叶子乃为治病。」
12Καὶ ἐπὶ τοῦ ποταμοῦ ἀναβήσεται, ἐπὶ τοῦ χείλους αὐτοῦ ἔνθεν καὶ ἔνθεν, πᾶν ξύλον βρώσιμον, οὐ μὴ παλαιωθῇ ἐπʼ αὐτοῦ, οὐδὲ μὴ ἐκλείπῃ ὁ καρπὸς αὐτοῦ, τῆς καινότητος αὐτοῦ πρωτοβολήσει, ὅτι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται, καὶ ἔσται ὁ καρπὸς αὐτῶν εἰς βρῶσιν, καὶ ἀνάβασις αὐτῶν εἰς ὑγίειαν.
13主耶和华如此说:「你们要照地的境界,按 以色列 十二支派分地为业。 约瑟 必得两 分。
13Τάδε λέγει Κύριος Θεὸς, ταῦτα τὰ ὅρια κατακληρονομήσετε τῆς γῆς, ταῖς δώδεκα φυλαῖς τῶν υἱῶν Ἰσραὴλ πρόσθεσις σχοινίσματος.
14你们承受这地为业,要彼此均分;因为我曾起誓应许将这地赐与你们的列祖;这地必归你们为业。
14Καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτοῦ, εἰς ἣν ᾖρα τὴν χεῖρά μου, τοῦ δοῦναι τοῖς πατράσιν αὐτῶν, καὶ πεσεῖται ἡ γῆ αὕτη ὑμῖν ἐν κληρονομίᾳ.
15「地的四界乃是如此:北界从大海往 希特伦 ,直到 西达达 口。
15Καὶ ταῦτα τὰ ὅρια τῆς γῆς τῆς πρὸς Βοῤῥᾶν, ἀπὸ θαλάσσης τῆς μεγάλης τῆς καταβαινούσης, καὶ περισχιζούσης τῆς εἰσόδου, Ἠμασελδὰμ,
16又往 哈马 、 比罗他 、 西伯莲 ( 西伯莲 在 大马士革 与 哈马 两界中间),到 浩兰 边界的 哈撒·哈提干 。
16Μααβθηρὰς Ἑβραμηλιὰμ ἀναμέσον ὁρίων Δαμασκοῦ καὶ ἀναμέσον ὁρίων Ἠμαθεὶ, αὐλὴ τοῦ Σαυνὰν, αἵ εἰσιν ἐπάνω τῶν ὁρίων Αὐρανίτιδος.
17这样,境界从海边往 大马士革 地界上的 哈萨·以难 ,北边以 哈马 地为界。这是北界。
17Ταῦτα τὰ ὅρια ἀπὸ τῆς θαλάσσης, ἀπὸ τῆς αὐλῆς τοῦ Αἰνὰν, ὅρια Δαμασκοῦ, καὶ τὰ πρὸς βοῤῥᾶν,
18「东界在 浩兰 、 大马士革 、 基列 ,和 以色列 地的中间,就是 约旦河 。你们要从 北 界量到东海。这是东界。
18Καὶ τὰ πρὸς ἀνατολὰς ἀναμέσον τῆς Λωρανίτιδος, καὶ ἀναμέσον Δαμασκοῦ, καὶ ἀναμέσον τῆς Γαλααδίτιδος, καὶ ἀναμέσον τῆς γῆς τοῦ Ἰσραὴλ, ὁ Ἰορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν, τὴν πρὸς ἀνατολὰς φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς.
19「南界是从 他玛 到 米利巴·加低斯 的水,延到 埃及 小河,直到大海。这是南界。
19Καὶ τὰ πρὸς Νότον καὶ Λίβα ἀπὸ Θαιμὰν καὶ φοινικῶνος, ἕως ὕδατος Μαριμὼθ Καδὴμ, παρεκτεῖνον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην·
20「西界就是大海,从 南 界直到 哈马 口对面之地。这是西界。
20τοῦτο τὸ μέρος Νότος καὶ λίψ. Τοῦτο τὸ μέρος τῆς θαλάσσης τῆς μεγάλης ὁρίζει, ἕως κατέναντι τῆς εἰσόδου Ἠμὰθ, ἕως εἰσόδου αὐτοῦ· ταῦτά ἐστι τὰ πρὸς θάλασσαν Ἠμάθ.
21「你们要按着 以色列 的支派彼此分这地。
21Καὶ διαμερίσετε τὴν γῆν ταύτην αὐτοῖς, ταῖς φυλαῖς τοῦ Ἰσραήλ.
22要拈阄分这地为业,归与自己和你们中间寄居的外人,就是在你们中间生养儿女的外人。你们要看他们如同 以色列 人中所生的一样;他们在 以色列 支派中要与你们同得地业。
22Βαλεῖτε αὐτὴν ἐν κλήρῳ, ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς παροικοῦσιν ἐν μέσῳ ὑμῶν, οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν, καὶ ἔσονται ὑμῶν ὡς αὐτόχθονες ἐν τοῖς υἱοῖς τοῦ Ἰσραήλ· μεθʼ ὑμῶν φάγονται ἐν κληρονομίᾳ ἐν μέσῳ τῶν φυλῶν τοῦ Ἰσραὴλ,
23外人寄居在哪支派中,你们就在那里分给他地业。这是主耶和华说的。」
23καὶ ἔσονται ἐν φυλῇ προσηλύτων ἐν τοῖς προσηλύτοις τοῖς μετʼ αὐτῶν· ἐκεῖ δώσετε κληρονομίαν αὐτοῖς, λέγει Κύριος Θεός.
Tip: use the ← and → keys to turn chapters.