撒母耳记下 5
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1以色列 众支派来到 希伯 见 大卫 ,说:「我们原是你的骨肉。
1ΚΑΙ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς Δαυὶδ εἰς Χεβρὼν καὶ εἶπαν αὐτῷ· ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·
2从前 扫罗 作我们王的时候,率领 以色列 人出入的是你;耶和华也曾应许你说:『你必牧养我的民 以色列 ,作 以色列 的君。』」
2καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως ἐφ᾿ ἡμῖν, σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ, καὶ εἶπε Κύριος πρὸς σέ· σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ.
3于是 以色列 的长老都来到 希伯 见 大卫 王, 大卫 在 希伯 耶和华面前与他们立约,他们就膏 大卫 作 以色列 的王。
3καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου, καὶ χρίουσι τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ.
4大卫 登基的时候年三十岁,在位四十年;
4υἱὸς τριάκοντα ἐτῶν Δαυὶδ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν,
5在 希伯 作 犹大 王七年零六个月,在 耶路撒冷 作 以色列 和 犹大 王三十三年。
5ἑπτὰ ἔτη καὶ μῆνας ἓξ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν Ἰούδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν ἐν Ἱερουσαλήμ.
6大卫 和跟随他的人到了 耶路撒冷 ,要攻打住那地方的 耶布斯 人。 耶布斯 人对 大卫 说:「你若不赶出瞎子、瘸子,必不能进这地方」;心里想 大卫 决不能进去。
6Καὶ ἀπῆλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν. καὶ ἐρρέθη τῷ Δαυίδ· οὐκ εἰσελεύσῃ ὧδε, ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοὶ λέγοντες ὅτι οὐκ εἰσελεύσεται Δαυὶδ ὧδε.
7然而 大卫 攻取 锡安 的保障,就是 大卫 的城。
7καὶ κατελάβετο Δαυὶδ τὴν περιοχὴν Σιὼν (αὕτη ἡ πόλις τοῦ Δαυίδ).
8当日, 大卫 说:「谁攻打 耶布斯 人,当上水沟 攻打 我心里所恨恶的瘸子、瞎子。」从此有俗语说:「在那里有瞎子、瘸子,他不能进屋去。」
8καὶ εἶπε Δαυὶδ τῇ ἡμέρᾳ ἐκείνῃ· πᾶς τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυίδ· διὰ τοῦτο ἐροῦσι· τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον Κυρίου.
9大卫 住在保障里,给保障起名叫 大卫城 。 大卫 又从 米罗 以里,周围筑墙。
9καὶ ἐκάθισε Δαυὶδ ἐν τῇ περιοχῇ, καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυίδ· καὶ ᾠκοδόμησεν αὐτὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ.
10大卫 日见强盛,因为耶和华—万军之 神与他同在。
10καὶ διεπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ᾿ αὐτοῦ.
11泰尔 王 希兰 将香柏木运到 大卫 那里,又差遣使者和木匠、石匠给 大卫 建造宫殿。
11καὶ ἀπέστειλε Χειρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καί τέκτονας λίθων καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυίδ.
12大卫 就知道耶和华坚立他作 以色列 王,又为自己的民 以色列 使他的国兴旺。
12καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ὅτι ἐπῃ£ρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.
13大卫 离开 希伯 之后,在 耶路撒冷 又立后妃,又生儿女。
13καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ἱερουσαλὴμ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρών, καὶ ἐγένοντο τῷ Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες.
14在 耶路撒冷 所生的儿子是 沙母亚 、 朔罢 、 拿单 、 所罗门 、
14καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμμοὺς καὶ Σωβὰβ καὶ Νάθαν καὶ Σαλωμὼν
15益辖 、 以利书亚 、 尼斐 、 雅非亚 、
15καὶ Ἐβεὰρ καὶ Ἐλισοὺς καὶ Ναφὲκ καὶ Ἰεφιὲς
16以利沙玛 、 以利雅大 、 以利法列 。
16καὶ Ἐλισαμὰ καὶ Ἐλιδαὲ καὶ Ἐλιφαλάθ, Σαμαέ, Ἰεσσιβάθ, Νάθαν, Γαλαμαάν, Ἰεβαάρ, Θεησοῦς, Ἐλιφαλάτ, Ναγέδ, Ναφέκ, Ἰωνάθαν, Λεασαμύς, Βααλιμάθ, Ἐλιφαάθ.
17非利士 人听见人膏 大卫 作 以色列 王, 非利士 众人就上来寻索 大卫 ; 大卫 听见,就下到保障。
17Καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι κέχρισται Δαυὶδ βασιλεὺς ἐπὶ Ἰσραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ καὶ κατέβη εἰς τὴν περιοχήν.
18非利士 人来了,布散在 利乏音谷 。
18καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν Τιτάνων
19大卫 求问耶和华说:「我可以上去攻打 非利士 人吗?你将他们交在我手里吗?」耶和华说:「你可以上去,我必将 非利士 人交在你手里。」
19καὶ ἠρώτησε Δαυὶδ διὰ Κυρίου λέγων· εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπε Κύριος πρὸς Δαυίδ· ἀνάβαινε, ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου.
20大卫 来到 巴力·毗拉心 ,在那里击杀 非利士 人,说:「耶和华在我面前冲破敌人,如同水冲去一般。」因此称那地方为 巴力·毗拉心 。
20καὶ ἦλθε Δαυὶδ ἐκ τῶν ἐπάνω διακοπῶν καὶ ἔκοψε τοὺς ἀλλοφύλους ἐκεῖ, καὶ εἶπε Δαυίδ· διέκοψε Κύριος τοὺς ἐχθροὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ, ὡς διακόπτεται ὕδατα· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἐπάνω διακοπῶν.
21非利士 人将偶像撇在那里, 大卫 和跟随他的人拿去了。
21καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ ἐλάβοσαν αὐτοὺς Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ.
22非利士 人又上来,布散在 利乏音谷 。
22καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν Τιτάνων.
23大卫 求问耶和华;耶和华说:「不要一直地上去,要转到他们后头,从桑林对面攻打他们。
23καὶ ἐπηρώτησε Δαυὶδ διὰ Κυρίου καὶ εἶπε Κύριος· οὐκ ἀναβήσῃ εἰς συνάντησιν αὐτῶν, ἀποστρέφου ἀπ᾿ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τοῦ Κλαυθμῶνος·
24你听见桑树梢上有脚步的声音,就要急速前去,因为那时耶和华已经在你前头去攻打 非利士 人的军队。」
24καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συγκλεισμοῦ ἀπὸ τοῦ ἄλσους τοῦ Κλαυθμῶνος, τότε καταβήσῃ πρὸς αὐτούς, ὅτι τότε ἐξελεύσεται Κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων.
25大卫 就遵着耶和华所吩咐的去行,攻打 非利士 人,从 迦巴 直到 基色 。
25καὶ ἐποίησε Δαυὶδ καθὼς ἐνετείλατο αὐτῷ Κύριος, καὶ ἐπάταξε τοὺς ἀλλοφύλους ἀπό Γαβαὼν ἕως τῆς γῆς Γαζηρά.
Tip: use the ← and → keys to turn chapters.