Joshua 7
World English BibleTranslation
World English Bible
Septuagint (Greek Old Testament), second edition
1But the children of Israel committed a trespass in the devoted things; for Achan, the son of Carmi, the son of Zabdi, the son of Zerah, of the tribe of Judah, took some of the devoted things. Therefore the LORD’s anger burned against the children of Israel.
1ΚΑΙ ἐπλημμέλησαν οἱ υἱοὶ Ἰσραὴλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος· καὶ ἔλαβεν Ἄχαρ υἱὸς Χαρμὶ υἱοῦ Ζαμβρὶ υἱοῦ Ζαρὰ ἐκ τῆς φυλῆς Ἰούδα ἀπὸ τοῦ ἀναθέματος· καὶ ἐθυμώθη Κύριος ὀργῇ τοῖς υἱοῖς Ἰσραήλ.
2Joshua sent men from Jericho to Ai, which is beside Beth Aven, on the east side of Bethel, and spoke to them, saying, “Go up and spy out the land.” The men went up and spied out Ai.
2καὶ ἀπέστειλεν Ἰησοῦς ἄνδρας εἰς Γαί, ἣ ἐστι κατὰ Βαιθήλ, λέγων· κατασκέψασθε τὴν Γαί·
3They returned to Joshua, and said to him, “Don’t let all the people go up, but let about two or three thousand men go up and strike Ai. Don’t make all the people to toil there, for there are only a few of them.”
3καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαί. καὶ ἀνέστρεψαν πρὸς Ἰησοῦν καὶ εἶπαν πρὸς αὐτόν· μὴ ἀναβήτω πᾶς ὁ λαός, ἀλλ' ὡσεὶ δισχίλιοι ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν· μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν ἅπαντα, ὀλίγοι γάρ εἰσι.
4So about three thousand men of the people went up there, and they fled before the men of Ai.
4καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου ἀνδρῶν Γαί.
5The men of Ai struck about thirty-six men of them. They chased them from before the gate even to Shebarim, and struck them at the descent. The hearts of the people melted, and became like water.
5καὶ ἀπέκτειναν ἀπ' αὐτῶν ἄνδρες Γαὶ εἰς τριακονταὲξ ἄνδρας καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης καὶ συνέτριψαν αὐτοὺς ἀπὸ τοῦ καταφεροῦς· καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ ὕδωρ.
6Joshua tore his clothes, and fell to the earth on his face before the LORD’s ark until the evening, he and the elders of Israel; and they put dust on their heads.
6καὶ διέρρηξεν Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ, καὶ ἔπεσεν Ἰησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον ἐναντίον Κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραήλ, καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν.
7Joshua said, “Alas, Lord GOD, why have you brought this people over the Jordan at all, to deliver us into the hand of the Amorites, to cause us to perish? I wish that we had been content and lived beyond the Jordan!
7καὶ εἶπεν Ἰησοῦς· δέομαι Κύριε· ἱνατί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν Ἰορδάνην παραδοῦναι αὐτὸν τῷ Ἀμορραίῳ ἀπολέσαι ἡμᾶς; καὶ εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν Ἰορδάνην.
8Oh, Lord, what shall I say, after Israel has turned their backs before their enemies?
8καὶ τί ἐρῶ, ἐπεὶ μετέβαλεν Ἰσραὴλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ;
9For the Canaanites and all the inhabitants of the land will hear of it, and will surround us, and cut off our name from the earth. What will you do for your great name?”
9καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς· καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα;
10The LORD said to Joshua, “Get up! Why have you fallen on your face like that?
10καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν· ἀνάστηθι, ἱνατί τοῦτο σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου;
11Israel has sinned. Yes, they have even transgressed my covenant which I commanded them. Yes, they have even taken some of the devoted things, and have also stolen, and also deceived. They have even put it among their own stuff.
11ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην, ἣν διεθέμην πρὸς αὐτούς, καὶ κλέψαντες ἀπὸ τοῦ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν.
12Therefore the children of Israel can’t stand before their enemies. They turn their backs before their enemies, because they have become devoted for destruction. I will not be with you any more, unless you destroy the devoted things from among you.
12καὶ οὐ μὴ δύνωνται οἱ υἱοὶ Ἰσραὴλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν· αὐχένα ἐπιστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθησαν ἀνάθεμα· οὐ προσθήσω ἔτι εἶναι μεθ' ὑμῶν, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν.
13Get up! Sanctify the people, and say, ‘Sanctify yourselves for tomorrow, for the LORD, the God of Israel, says, “There is a devoted thing among you, Israel. You cannot stand before your enemies until you take away the devoted thing from among you.”
13ἀναστὰς ἁγίασον τὸν λαὸν καὶ εἰπὸν ἁγιασθῆναι εἰς αὔριον· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· τὸ ἀνάθεμά ἐστιν ἐν ὑμῖν, οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν ὑμῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν.
14In the morning therefore you shall be brought near by your tribes. It shall be that the tribe which the LORD selects shall come near by families. The family which the LORD selects shall come near by households. The household which the LORD selects shall come near man by man.
14καὶ συναχθήσεσθε πάντες τὸ πρωΐ κατὰ φυλάς, καὶ ἔσται ἡ φυλή, ἣν ἂν δείξῃ Κύριος, προσάξετε κατὰ δήμους· καὶ τὸν δῆμον, ὃν ἐὰν δείξῃ Κύριος, προσάξετε κατ' οἶκον· καὶ τὸν οἶκον, ὃν ἐὰν δείξῃ Κύριος, προσάξετε κατ' ἄνδρα·
15It shall be, that he who is taken with the devoted thing shall be burned with fire, he and all that he has, because he has transgressed the LORD’s covenant, and because he has done a disgraceful thing in Israel.’”
15καὶ ὃς ἂν ἐνδειχθῇ, κατακαυθήσεται ἐν πυρὶ καὶ πάντα, ὅσα ἐστὶν αὐτῷ, ὅτι παρέβη τὴν διαθήκην Κυρίου καὶ ἐποίησεν ἀνόμημα ἐν Ἰσραήλ.
16So Joshua rose up early in the morning and brought Israel near by their tribes. The tribe of Judah was selected.
16καὶ ὤρθρισεν Ἰησοῦς καὶ προσήγαγε τὸν λαὸν κατὰ φυλάς, καὶ ἐνεδείχθη ἡ φυλὴ Ἰούδα·
17He brought near the family of Judah, and he selected the family of the Zerahites. He brought near the family of the Zerahites man by man, and Zabdi was selected.
17καὶ προσήχθη κατὰ δήμους, καὶ ἐνεδείχθη δῆμος Ζαραΐ·
18He brought near his household man by man, and Achan, the son of Carmi, the son of Zabdi, the son of Zerah, of the tribe of Judah, was selected.
18καὶ προσήχθη κατ' ἄνδρα, καὶ ἐνεδείχθη Ἄχαρ υἱὸς Ζαμβρὶ υἱοῦ Ζαρά.
19Joshua said to Achan, “My son, please give glory to the LORD, the God of Israel, and make confession to him. Tell me now what you have done! Don’t hide it from me!”
19καὶ εἶπεν Ἰησοῦς τῷ Ἄχαρ· δὸς δόξαν σήμερον τῷ Κυρίῳ Θεῷ Ἰσραὴλ καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας καὶ μὴ κρύψῃς ἀπ' ἐμοῦ.
20Achan answered Joshua, and said, “I have truly sinned against the LORD, the God of Israel, and this is what I have done.
20καὶ ἀπεκρίθη Ἄχαρ τῷ Ἰησοῖ καὶ εἶπεν· ἀληθῶς ἥμαρτον ἐναντίον Κυρίου τοῦ Θεοῦ Ἰσραήλ· οὕτως καὶ οὕτως ἐποίησα·
21When I saw among the plunder a beautiful Babylonian robe, two hundred shekels of silver, and a wedge of gold weighing fifty shekels, then I coveted them and took them. Behold, they are hidden in the ground in the middle of my tent, with the silver under it.”
21εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον, καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ σκηνῇ μου καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν.
22So Joshua sent messengers, and they ran to the tent. Behold, it was hidden in his tent, with the silver under it.
22καὶ ἀπέστειλεν Ἰησοῦς ἀγγέλους, καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν· καὶ ταῦτα ἦν κεκρυμμένα εἰς τὴν σκηνὴν αὐτοῦ, καὶ τὸ ἀργύριον ὑποκάτω αὐτῶν.
23They took them from the middle of the tent, and brought them to Joshua and to all the children of Israel. They laid them down before the LORD.
23καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τῆς σκηνῆς καὶ ἤνεγκαν πρὸς Ἰησοῦν καὶ τοὺς πρεσβυτέρους Ἰσραήλ, καὶ ἔθηκαν αὐτὰ ἔναντι Κυρίου.
24Joshua, and all Israel with him, took Achan the son of Zerah, the silver, the robe, the wedge of gold, his sons, his daughters, his cattle, his donkeys, his sheep, his tent, and all that he had; and they brought them up to the valley of Achor.
24καὶ ἔλαβεν Ἰησοῦς τὸν Ἄχαρ υἱὸν Ζαρὰ καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα Ἀχὼρ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πᾶς ὁ λαὸς μετ' αὐτοῦ· καὶ ἀνήγαγεν αὐτοὺς εἰς Ἐμεκαχώρ.
25Joshua said, “Why have you troubled us? The LORD will trouble you today.” All Israel stoned him with stones, and they burned them with fire and stoned them with stones.
25καὶ εἶπεν Ἰησοῦς τῷ Ἄχαρ· τί ὠλόθρευσας ἡμᾶς; ἐξολοθρεύσαι σε Κύριος καθὰ καὶ σήμερον. καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς Ἰσραήλ.
26They raised over him a great heap of stones that remains to this day. The LORD turned from the fierceness of his anger. Therefore the name of that place was called “The valley of Achor” to this day.
26καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων μέγαν. καὶ ἐπαύσατο Κύριος τοῦ θυμοῦ τῆς ὀργῆς· διὰ τοῦτο ἐπωνόμασεν αὐτὸ Ἐμεκαχὼρ ἕως τῆς ἡμέρας ταύτης.
Tip: use the ← and → keys to turn chapters.