1 Samuel 12
World English BibleTranslation
World English Bible
Septuagint (Brenton Greek text, with Apocrypha)
1Samuel said to all Israel, “Behold, I have listened to your voice in all that you said to me, and have made a king over you.
1Καὶ εἶπε Σαμουὴλ πρὸς πάντα Ἰσραὴλ, ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα ὅσα εἴπατέ μοι, καὶ ἐβασίλευσα ἐφʼ ὑμᾶς βασιλέα,
2Now, behold, the king walks before you. I am old and gray-headed. Behold, my sons are with you. I have walked before you from my youth to this day.
2καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν· κἀγὼ γεγήρακα καὶ καθήσομαι, καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν· κᾀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητος καὶ ἕως τῆς ἡμέρας ταύτης.
3Here I am. Witness against me before the LORD and before his anointed. Whose ox have I taken? Whose donkey have I taken? Whom have I defrauded? Whom have I oppressed? Of whose hand have I taken a bribe to make me blind my eyes? I will restore it to you.”
3Ἰδοὺ ἐγώ, ἀποκρίθητε κατʼ ἐμοῦ ἐνώπιον Κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος εἴληφα, ἢ ὄνον τίνος εἴληφα, ἢ τίνα κατεδυνάστευσα ὑμῶν, ἢ τίνα ἐξεπίεσα, ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίθητε κατʼ ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν.
4They said, “You have not defrauded us, nor oppressed us, neither have you taken anything from anyone’s hand.”
4Καὶ εἶπαν πρὸς Σαμουὴλ οὐκ ἠδίκησας ἡμᾶς, καὶ οὐ κατεδυνάστευσας ἡμᾶς, καὶ οὐκ ἔθλασας ἡμᾶς, καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν.
5He said to them, “The LORD is witness against you, and his anointed is witness today, that you have not found anything in my hand.” They said, “He is witness.”
5Καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν, μάρτυς Κύριος ἐν ὑμῖν, καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ, ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐδέν· καὶ εἶπαν, μάρτυς.
6Samuel said to the people, “It is the LORD who appointed Moses and Aaron, and that brought your fathers up out of the land of Egypt.
6Καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν, λέγων, μάρτυς Κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν ʼΑαρὼν, ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου.
7Now therefore stand still, that I may plead with you before the LORD concerning all the righteous acts of the LORD, which he did to you and to your fathers.
7Καὶ νῦν κατάστητε, καὶ δικάσω ὑμᾶς ἐνώπιον Κυρίου, καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην Κυρίου, ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν·
8“When Jacob had come into Egypt, and your fathers cried to the LORD, then the LORD sent Moses and Aaron, who brought your fathers out of Egypt, and made them to dwell in this place.
8Ὡς εἰσῆλθεν Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον, καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος· καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς Κύριον, καὶ ἀπέστειλε Κύριος τὸν Μωυσῆν καὶ τὸν ʼΑαρών, καὶ ἐξήγαγον τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου, καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ.
9But they forgot the LORD their God; and he sold them into the hand of Sisera, captain of the army of Hazor, and into the hand of the Philistines, and into the hand of the king of Moab; and they fought against them.
9Καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισαρά ἀρχιστρατήγῳ Ἰαβὶς βασιλέως ʼΑσὼρ, καὶ εἰς χεῖρας ἀλλοφύλων, καὶ εἰς χεῖρας βασιλέως Μωὰβ, καὶ ἐπολέμησεν ἐν αὐτοῖς.
10They cried to the LORD, and said, ‘We have sinned, because we have forsaken the LORD and have served the Baals and the Ashtaroth; but now deliver us out of the hand of our enemies, and we will serve you.’
10Καὶ ἐβόησαν πρὸς Κύριον, καὶ ἔλεγον, ἡμάρτομεν, ὅτι ἐγκατελίπομεν τὸν Κύριον, καὶ ἐδουλεύσαμεν τοῖς Βααλὶμ καὶ τοῖς ἄλσεσι· καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν, καὶ δουλεύσομέν σοι.
11The LORD sent Jerubbaal, Bedan, Jephthah, and Samuel, and delivered you out of the hand of your enemies on every side; and you lived in safety.
11Καὶ ἀπέστειλε τὸν Ἰεροβάαλ, καὶ τὸν Βαρὰκ, καὶ τὸν Ἰεφθάε, καὶ τὸν Σαμουὴλ, καὶ ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν τῶν κυκλόθεν, καὶ κατῳκεῖτε πεποιθότες.
12“When you saw that Nahash the king of the children of Ammon came against you, you said to me, ‘No, but a king shall reign over us,’ when the LORD your God was your king.
12Καὶ ἴδετε ὅτι Νάας βασιλεὺς υἱῶν ʼΑμμὼν ἦλθεν ἐφʼ ὑμᾶς, καὶ εἴπατε, οὐχί, ἀλλʼ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφʼ ἡμῶν· καὶ Κύριος ὁ Θεὸς ἡμῶν βασιλεὺς ἡμῶν.
13Now therefore see the king whom you have chosen and whom you have asked for. Behold, the LORD has set a king over you.
13Καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς ὃν ἐξελέξασθε· καὶ ἰδοὺ δέδωκε Κύριος ἐφʼ ὑμᾶς βασιλέα.
14If you will fear the LORD, and serve him, and listen to his voice, and not rebel against the commandment of the LORD, then both you and also the king who reigns over you are followers of the LORD your God.
14Ἐὰν φοβηθῆτε τὸν Κύριον, καὶ δουλεύσητε αὐτῷ, καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ, καὶ μὴ ἐρίσητε τῷ στόματι Κυρίου, καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφʼ ὑμῶν ὀπίσω Κυρίου πορευόμενοι·
15But if you will not listen to the LORD’s voice, but rebel against the commandment of the LORD, then the LORD’s hand will be against you, as it was against your fathers.
15Ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου, καὶ ἐρίσητε τῷ στόματι Κυρίου, καὶ ἔσται χεὶρ Κυρίου ἐφʼ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν.
16“Now therefore stand still and see this great thing, which the LORD will do before your eyes.
16Καὶ νῦν κατάστητε, καὶ ἴδετε τὸ ῥῆμα τὸ μέγα τοῦτο ὃ ὁ κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν.
17Isn’t it wheat harvest today? I will call to the LORD, that he may send thunder and rain; and you will know and see that your wickedness is great, which you have done in the LORD’s sight, in asking for a king.”
17Οὐχὶ θερισμὸς πυρῶν σήμερον; ἐπικαλέσομαι Κύριον, καὶ δώσει φωνὰς καὶ ὑετόν· καὶ γνῶτε καὶ ἴδετε, ὅτι ἡ κακία ὑμῶν μεγάλη, ἣν ἐποίησατε ἐνώπιον Κυρίου, αἰτήσαντες ἑαυτοῖς βασιλέα.
18So Samuel called to the LORD, and the LORD sent thunder and rain that day. Then all the people greatly feared the LORD and Samuel.
18Καὶ ἐπεκαλέσατο Σαμουὴλ τὸν Κύριον· καὶ ἔδωκε Κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν Κύριον σφόδρα καὶ τὸν Σαμουήλ.
19All the people said to Samuel, “Pray for your servants to the LORD your God, that we not die; for we have added to all our sins this evil, to ask for a king.”
19Καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουὴλ, πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς Κύριον Θεόν σου, καὶ οὐ μὴ ἀποθάνωμεν, ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν, αἰτήσαντες ἑαυτοῖς βασιλέα.
20Samuel said to the people, “Don’t be afraid. You have indeed done all this evil; yet don’t turn away from following the LORD, but serve the LORD with all your heart.
20Καὶ εἶπε Σαμουὴλ πρὸς τὸν λαὸν, μὴ φοβεῖσθε· ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην· πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισθεν Κυρίου, καὶ δουλεύσατε τῷ κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν·
21Don’t turn away to go after vain things which can’t profit or deliver, for they are vain.
21Καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων, οἳ οὐ περανοῦσιν οὐθὲν, καὶ οἳ οὐκ ἐξελοῦνται, ὅτι οὐθέν εἰσιν.
22For the LORD will not forsake his people for his great name’s sake, because it has pleased the LORD to make you a people for himself.
22Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα, ὅτι ἐπιεικῶς Κύριος προσελάβετο ὑμᾶς ἑαυτῷ εἰς λαόν.
23Moreover, as for me, far be it from me that I should sin against the LORD in ceasing to pray for you; but I will instruct you in the good and the right way.
23Καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ Κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν· καὶ δουλεύσω τῷ Κυρίῳ, καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν·
24Only fear the LORD, and serve him in truth with all your heart; for consider what great things he has done for you.
24Πλὴν φοβεῖσθε τὸν κύριον, καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ὅτι ἴδετε ἃ ἐμεγάλυνε μεθʼ ὑμῶν.
25But if you keep doing evil, you will be consumed, both you and your king.”
25Καὶ ἐὰν κακίᾳ κακοποιήσητε, καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε.
Tip: use the ← and → keys to turn chapters.