ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
Chapter 15

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ

Greek New Testament, wor…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 15

Greek New Testament, word by word (STEPBible TAGNT)
Old Persian Version (ترجمه قدیم)
1Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν·
1و ما که توانا هستیم، ضعفهای ناتوانان رامتحمل بشویم و خوشی خود را طالب نباشیم.
2ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν.
2هر یکی از ما همسایه خود را خوش بسازد در آنچه برای بنا نیکو است.
3καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν ἀλλὰ καθὼς γέγραπται· οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾽ ἐμέ.
3زیرا مسیح نیز خوشی خود را طالب نمی بود، بلکه چنانکه مکتوب است «ملامتهای ملامت کنندگان تو برمن طاری گردید.»
4ὅσα γὰρ προεγράφη εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.¶
4زیرا همه‌چیزهایی که از قبل مکتوب شد، برای تعلیم ما نوشته شد تا به صبر وتسلی کتاب امیدوار باشیم.
5Ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν
5الان خدای صبر و تسلی شما را فیض عطاکناد تا موافق مسیح عیسی با یکدیگر یکرای باشید.
6ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
6تا یکدل و یکزبان شده، خدا و پدرخداوند ما عیسی مسیح را تمجید نمایید.
7διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν θεοῦ.
7پس یکدیگر را بپذیرید، چنانکه مسیح نیز مارا پذیرفت برای جلال خدا.
8λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων,
8زیرا می‌گویم عیسی مسیح خادم ختنه گردید بجهت راستی خدا تا وعده های اجداد را ثابت گرداند،
9τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεὸν καθὼς γέγραπται· διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν καὶ τῷ ὀνόματί σου ψαλῶ.
9و تاامت‌ها خدا را تمجید نمایند به‌سبب رحمت اوچنانکه مکتوب است که «از این جهت تو را درمیان امت‌ها اقرار خواهم کرد و به نام تو تسبیح خواهم خواند.»
10καὶ πάλιν λέγει· εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ.
10و نیز می‌گوید «ای امت‌ها باقوم او شادمان شوید.»
11καὶ πάλιν· αἰνεῖτε πάντα τὰ ἔθνη τὸν κύριον, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί.
11و ایض «ای جمیع امت‌ها خداوند را حمد گویید و‌ای تمامی قومهااو را مدح نمایید.»
12καὶ πάλιν Ἠσαΐας λέγει· ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν.¶
12و اشعیا نیز می‌گوید که «ریشه یسا خواهد بود و آنکه برای حکمرانی امت‌ها مبعوث شود، امید امت‌ها بر وی خواهدبود.»
13Ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου.
13الان خدای امید، شما را از کمال خوشی وسلامتی در ایمان پر سازد تا به قوت روح‌القدس در امید افزوده گردید.
14πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.¶
14لکن‌ای برادران من، خود نیز درباره شمایقین می‌دانم که خود از نیکویی مملو و پر از کمال معرفت و قادر بر نصیحت نمودن یکدیگر هستید.
15Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους ὡς ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ θεοῦ
15لیکن‌ای برادران بسیار جسارت ورزیده، من خود نیز به شما جزئی نوشتم تا شما را یادآوری نمایم به‌سبب آن فیضی که خدا به من بخشیده است،
16εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος ἡγιασμένη ἐν πνεύματι ἁγίῳ.¶
16تا خادم عیسی مسیح شوم برای امت هاو کهانت انجیل خدا را به‌جا آورم تا هدیه امت هامقبول افتد، مقدس شده به روح‌القدس.
17Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν·
17پس به مسیح عیسی در کارهای خدا فخر دارم.
18οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ,
18زیراجرات نمی کنم که سخنی بگویم جز در آن اموری که مسیح بواسطه من به عمل آورد، برای اطاعت امت‌ها در قول و فعل،
19ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος θεοῦ, ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
19به قوت آیات ومعجزات و به قوت روح خدا. بحدی که ازاورشلیم دور زده تا به الیرکون بشارت مسیح راتکمیل نمودم.
20οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομῶ
20اما حریص بودم که بشارت چنان بدهم، نه در جایی که اسم مسیح شهرت یافته بود، مبادا بر بنیاد غیری بنا نمایم.
21ἀλλὰ καθὼς γέγραπται· οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν.
21بلکه چنانکه مکتوب است «آنانی که خبر او را نیافتند، خواهند دید و کسانی که نشنیدند، خواهندفهمید.»
22διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς,
22بنابراین‌بارها از آمدن نزد شما ممنوع شدم.
23νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασιν τούτοις ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν,
23لکن چون الان مرا در این ممالک دیگرجایی نیست و سالهای بسیار است که مشتاق آمدن نزد شما بوده‌ام،
24ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.¶
24هرگاه به اسپانیا سفرکنم، به نزد شما خواهم آمد زیرا امیدوار هستم که شما را در عبور ملاقات کنم و شما مرا به آن سوی مشایعت نمایید، بعد از آنکه از ملاقات شما اندکی سیر شوم.
25Νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις.
25لکن الان عازم اورشلیم هستم تا مقدسین را خدمت کنم.
26εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ·
26زیرا که اهل مکادونیه و اخائیه مصلحت دیدند که زکاتی برای مفلسین مقدسین اورشلیم بفرستند،
27εὐδόκησαν γάρ, καὶ ὀφειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
27بدین رضادادند و بدرستی که مدیون ایشان هستند زیرا که چون امت‌ها از روحانیات ایشان بهره‌مندگردیدند، لازم شد که در جسمانیات نیز خدمت ایشان را بکنند.
28τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον ἀπελεύσομαι δι᾽ ὑμῶν εἰς Σπανίαν.
28پس چون این را انجام دهم واین ثمر را نزد ایشان ختم کنم، از راه شما به اسپانیا خواهم آمد.
29οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι.¶
29و می‌دانم وقتی که به نزدشما آیم، در کمال برکت انجیل مسیح خواهم آمد.
30Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν,
30لکن‌ای برادران، از شما التماس دارم که بخاطر خداوند ما عیسی مسیح و به محبت روح (القدس )، برای من نزد خدا در دعاها جد وجهدکنید،
31ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται,
31تا از نافرمانان یهودیه رستگار شوم وخدمت من در اورشلیم مقبول مقدسین افتد،
32ἵνα ἐν χαρᾷ ἐλθὼν πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ συναναπαύσωμαι ὑμῖν.
32تابرحسب اراده خدا با خوشی نزد شما برسم و باشما استراحت یابم.
33ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν, ἀμήν.¶
33و خدای سلامتی با همه شما باد، آمین.

Tip: use the ← and → keys to turn chapters.