ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 2
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Freedom Bible (フリーダム・バイブル)
1Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί,
1私があなたがたとラオディキアにいる人々のために、また、私とじかに顔を合わせたことのないすべての人々のために、どれほど激しく苦闘しているかを知ってほしいのです。
2ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ Χριστοῦ,
2それは、彼らの心が励まされ、愛によって結び合わされ、理解に基づく確信の豊かさを余すところなく得て、神の奥義、すなわち父とキリストの奥義を知るようになるためです。
3ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι·
3キリストのうちには、知恵と知識の宝がすべて隠されています。
4τοῦτο λέγω, ἵνα μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ·
4私がこう言うのは、もっともらしい言葉でだれにも惑わされないためです。
5εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.¶
5私は肉体では離れていても、霊ではあなたがたと共にいて、あなたがたの秩序と、キリストに対する信仰の堅固さを見て喜んでいます。
6Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε
6あなたがたは主キリスト・イエスを受け入れたのですから、この方にあって歩みなさい。
7ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν εὐχαριστίᾳ.¶
7キリストのうちに根を下ろし、その上に建てられ、教えられたとおり信仰に堅く立ち、感謝にあふれなさい。
8Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·
8人間の言い伝えやこの世の諸霊に従い、キリストに従わない哲学とむなしい欺きによって、だれかのとりこにされないよう注意しなさい。
9ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,
9神性のすべてが、キリストのうちに体をもって宿っているからです。
10καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας·
10そしてあなたがたは、キリストにあって満たされています。キリストは、すべての支配と権威のかしらです。
11ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,
11また、あなたがたはキリストにあって、人の手によらない割礼を受けました。それは、肉に属する罪の体を脱ぎ捨てることであり、キリストによる割礼です。
12συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.¶
12あなたがたは洗礼によってキリストと共に葬られ、また、キリストを死者の中からよみがえらせた神の働きを信じる信仰によって、キリストと共によみがえらされました。
13Καὶ ὑμᾶς νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα·
13あなたがたは背きと肉の無割礼のために死んでいましたが、神はあなたがたをキリストと共に生かし、私たちのすべての背きを赦してくださいました。
14ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ·
14神は、私たちに不利な規定の記された証書を消し去り、それを取り除いて十字架に釘づけにされました。
15ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.¶
15また神は、もろもろの支配と権威を武装解除し、彼らを公然とさらしものにして、十字架によって彼らに勝利されました。
16Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει καὶ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων,
16ですから、食べ物や飲み物について、また祭り、新月、安息日について、だれにもあなたがたを裁かせてはなりません。
17ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα τοῦ Χριστοῦ.
17これらは来たるべきものの影です。しかし、その体はキリストのものです。
18μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ ἑόρακεν ἐμβατεύων εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,
18自己卑下や天使礼拝を好む者に、あなたがたの受ける賞を奪わせてはなりません。そのような者は、自分が見てもいないことに深入りし、肉の思いによってむなしく思い上がり、
19καὶ οὐ κρατῶν τὴν κεφαλὴν ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.¶
19かしらである方にしっかり結びついていません。このかしらから、体全体は関節と靱帯によって支えられ、結び合わされ、神が与える成長を遂げるのです。
20Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε;
20あなたがたはこの世の諸霊に対してキリストと共に死んだのに、なぜ、まだこの世に生きているかのように、
21μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς·
21「手をつけるな。味わうな。触れるな」という規定に従うのですか。
22ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων·
22これらはすべて、用いればなくなってしまうもので、人間の戒めや教えに基づいています。
23ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.¶
23このような規定は、勝手に作り上げた礼拝、自己卑下、体を厳しく扱うことによって、いかにも知恵があるように見えます。しかし、肉の欲望を抑えるには何の価値もありません。
Tip: use the ← and → keys to turn chapters.