ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 4
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Freedom Bible (フリーダム・バイブル)
1Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν, οὐκ ἐγκακοῦμεν,
1こういうわけで、私たちはあわれみを受けてこの務めを与えられているので、落胆しません。
2ἀλλ᾽ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης μὴ περιπατοῦντες ἐν πανουργίᾳ, μηδὲ δολοῦντες τὸν λόγον τοῦ θεοῦ, ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ θεοῦ.
2かえって、恥ずべき隠れた行いを捨て、悪賢く振る舞わず、神の言葉を曲げることもせず、真理を明らかに示し、神の御前で自分たちをすべての人の良心の判断に委ねています。
3εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον·
3たとえ私たちの福音に覆いが掛かっているとしても、それは滅びに向かう人々にとって覆われているのです。
4ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ, ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ.¶
4この世の神が、信じない人々の思いをくらませ、神のかたちであるキリストの栄光の福音の光が彼らを照らさないようにしています。
5Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλ᾽ Ἰησοῦν Χριστὸν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.
5私たちは自分自身を宣べ伝えているのではありません。キリスト・イエスを主として宣べ伝え、私たち自身は、イエスのゆえにあなたがたに仕える僕にすぎないと語っています。
6ὅτι ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ.¶
6「闇の中から光が輝き出る」と言われた神が、私たちの心を照らしてくださいました。それは、イエス・キリストの顔に輝く神の栄光を知る光を与えるためです。
7Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν,
7しかし、私たちはこの宝を土の器に持っています。それは、この並外れた力が神のものであって、私たちから出たものではないことが明らかになるためです。
8ἐν παντὶ θλιβόμενοι ἀλλ᾽ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾽ οὐκ ἐξαπορούμενοι,
8私たちは四方から圧迫されても、押しつぶされることはありません。途方に暮れても、絶望することはありません。
9διωκόμενοι ἀλλ᾽ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾽ οὐκ ἀπολλύμενοι·
9迫害されても、見捨てられることはありません。打ち倒されても、滅ぼされることはありません。
10πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ·
10私たちはいつも、イエスの死をこの身に負っています。それは、イエスの命もまた、私たちの体に現れるためです。
11ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν.
11生きている私たちは、イエスのために絶えず死に引き渡されています。それは、イエスの命もまた、死ぬべき私たちの肉体に現れるためです。
12ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν.¶
12こうして、私たちのうちには死が働き、あなたがたのうちには命が働いています。
13Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν·
13「私は信じた。それゆえ語った」と書かれているとおり、私たちも同じ信仰の霊を持っており、信じているので語ります。
14εἰδότες ὅτι ὁ ἐγείρας τὸν κύριον Ἰησοῦν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν.
14主イエスをよみがえらせた方が、イエスを通して 私たちをもよみがえらせ、あなたがたと共に御前に立たせてくださることを知っているからです。
15τὰ γὰρ πάντα δι᾽ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ θεοῦ.
15すべてはあなたがたのためです。それは、恵みがますます多くの人に及び、感謝が満ちあふれて、神の栄光となるためです。
16διὸ οὐκ ἐγκακοῦμεν· ἀλλ᾽ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.
16ですから、私たちは落胆しません。たとえ外なる人は衰えていっても、内なる人は日々新しくされています。
17τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾽ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν,
17今しばらくの軽い苦難は、比べようもなく重い永遠の栄光を私たちにもたらします。
18μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.¶
18私たちは見えるものではなく、見えないものに目を向けています。見えるものは一時的ですが、見えないものは永遠だからです。
Tip: use the ← and → keys to turn chapters.