ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 5
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Freedom Bible (フリーダム・バイブル)
1Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ⸀ἔχομεν πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
1こうして、私たちは信仰によって義とされたのですから、私たちの主イエス・キリストを通して、神との間に平和を得ています。
2διʼ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπʼ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ·
2また、この方によって、信仰を通して、今立っているこの恵みに入る道が開かれました。そして、神の栄光にあずかる希望を喜びとしています。
3οὐ μόνον δέ, ἀλλὰ καὶ ⸀καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται,
3それだけでなく、苦難をも喜んでいます。苦難が忍耐を生み、
4ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα.
4忍耐が練られた品性を、練られた品性が希望を生むと知っているからです。
5ἡ δὲ ἐλπὶς οὐ καταισχύνει· ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.
5この希望は私たちを失望させません。私たちに与えられた聖霊によって、神の愛が私たちの心に注がれているからです。
6⸂Ἔτι γὰρ⸃ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν ⸀ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν.
6私たちがまだ弱かったとき、定められた時に、キリストは不敬虔な者たちのために死んでくださいました。
7μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν·
7義人のために死ぬ人は、ほとんどいません。善良な人のためなら、あえて死のうとする人がいるかもしれません。
8συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν.
8しかし、私たちがまだ罪人であったとき、キリストが私たちのために死んでくださったことによって、神は私たちに対するご自分の愛を示されました。
9πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα διʼ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.
9まして今、私たちはキリストの血によって義とされたのですから、この方を通して神の怒りから救われます。
10εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ·
10私たちが敵であったときでさえ、御子の死によって神と和解させられたのなら、和解した今はなおさら、御子の命によって救われます。
11οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διʼ οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.
11それだけではありません。今や私たちの主イエス・キリストによって和解を受けた私たちは、この方を通して神をも喜んでいます。
12Διὰ τοῦτο ὥσπερ διʼ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διῆλθεν ἐφʼ ᾧ πάντες ἥμαρτον—
12ですから、一人の人を通して罪が世界に入り、罪を通して死が入りました。こうして、すべての人が罪を犯したため、死がすべての人に及びました。
13ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου,
13律法が与えられる前にも、罪は世界にありました。しかし、律法がなければ、罪は罪として数えられません。
14ἀλλὰ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστιν τύπος τοῦ μέλλοντος.
14それでも、アダムからモーセまで、アダムの違反と同じような罪を犯さなかった人々に対してさえ、死は支配しました。アダムは、後に来る方の予型です。
15Ἀλλʼ οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα· εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.
15しかし、恵みの賜物は違反と同じではありません。一人の違反によって多くの人が死んだのであれば、なおさら、神の恵みと、一人の人イエス・キリストの恵みによる賜物は、多くの人に豊かに注がれました。
16καὶ οὐχ ὡς διʼ ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα· τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα.
16また、この賜物は、一人が罪を犯した結果とは異なります。一人の罪から裁きが下って有罪となりましたが、恵みの賜物は多くの違反を越えて、人を義とするものとなったからです。
17εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ.
17一人の違反によって、その一人を通して死が支配したのであれば、なおさら、豊かな恵みと義の賜物を受ける人々は、一人の方イエス・キリストを通して、命のうちに王として支配します。
18Ἄρα οὖν ὡς διʼ ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ διʼ ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς·
18したがって、一つの違反によってすべての人に有罪判決が及んだように、一つの義の行為によって、すべての人が義とされて命を得るに至りました。
19ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί.
19一人の人の不従順によって多くの人が罪人とされたように、一人の方の従順によって多くの人が義人とされます。
20νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα· οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις,
20律法が入って来たのは、違反が増し加わるためでした。しかし、罪が増し加わったところには、恵みがさらにあふれました。
21ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ ἡ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.
21それは、罪が死によって支配したように、恵みが義を通して支配し、私たちの主イエス・キリストによる永遠の命をもたらすためです。
Tip: use the ← and → keys to turn chapters.