ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Freedom Bible (フリーダム・バイブル)
1Τῷ ἀγγέλῳ ⸀τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·
1「エフェソにある教会の御使いに書き送りなさい。 『右手に七つの星を持ち、七つの金の燭台の間を歩く方が、こう言われる。
2Οἶδα τὰ ἔργα σου, καὶ τὸν ⸀κόπον καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ⸀ἀποστόλους, καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς·
2わたしは、あなたの行いと労苦と忍耐を知っている。また、あなたが悪人たちを容認せず、使徒と自称しながら実はそうでない者たちを試し、彼らが偽り者であることを見抜いたのも知っている。
3καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ ⸂οὐ κεκοπίακες⸃.
3あなたは忍耐し、わたしの名のために耐え忍び、 くじけることがなかった。
4ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες.
4しかし、あなたには責めるべきことがある。あなたは初めの愛を捨ててしまった。
5μνημόνευε οὖν πόθεν ⸀πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί ⸀σοι, καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.
5だから、どこから落ちたのかを思い出し、悔い改めて、初めの行いをしなさい。さもなければ、わたしはすぐにあなたのところへ行き、あなたが悔い改めないなら、あなたの燭台をその場所から移す。
6ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ.
6しかし、あなたにはこの点がある。あなたはニコライ派の人々の行いを憎んでいる。わたしもそれを憎んでいる。
7ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ ⸀θεοῦ.
7耳のある者は、聖霊が諸教会に語ることを聞きなさい。勝利を得る者には、わたしの神の楽園にある命の木の実を食べさせよう。』
8Καὶ τῷ ἀγγέλῳ ⸀τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
8「スミルナにある教会の御使いに書き送りなさい。 『最初であり最後である方、死んだが生き返った方が、こう言われる。
9Οἶδά ⸀σου τὴν θλῖψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ, καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ.
9わたしは、あなたの行いと苦難と貧しさを知っている。しかし、あなたは豊かである。また、自分はユダヤ人だと言いながら実はそうではなく、サタンの会堂に属する者たちの中傷も知っている。
10⸀μηδὲν φοβοῦ ἃ μέλλεις ⸀πάσχειν. ⸀ἰδοὺ μέλλει ⸀βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ⸀ἕξετε θλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
10これから受けようとしている苦しみを恐れてはならない。見よ、悪魔はあなたがたを試すために、そのうちの何人かを牢獄に投げ込もうとしている。あなたがたは十日の間、苦難を受ける。死に至るまで忠実でありなさい。そうすれば、命の冠を与えよう。
11ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
11耳のある者は、聖霊が諸教会に語ることを聞きなさい。勝利を得る者は、決して第二の死によって害を受けない。』
12Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·
12「ペルガモンにある教会の御使いに書き送りなさい。 『鋭い両刃の剣を持つ方が、こう言われる。
13⸀Οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ, καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου ⸀καὶ ἐν ταῖς ⸀ἡμέραις Ἀντιπᾶς, ὁ μάρτυς μου, ὁ πιστός ⸀μου, ὃς ἀπεκτάνθη παρʼ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ.
13わたしは、あなたの行いと、あなたがどこに住んでいるかを知っている。そこにはサタンの王座がある。それでもあなたは、わたしの名を堅く守り、わたしの忠実な証人アンティパスが、サタンの住むあなたがたのところで殺された日々にも、わたしの信仰を否定しなかった。
14ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ⸂ἐδίδασκεν τῷ⸃ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, ⸀φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι·
14しかし、あなたには少しばかり責めるべきことがある。あなたのところには、バラムの教えに従う者たちがいる。バラムはバラクに、イスラエルの子らの前につまずきの石を置き、偶像に供えた物を食べさせ、淫行を行わせるよう教えた。
15οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν ⸀διδαχὴν Νικολαϊτῶν ὁμοίως.
15同じように、あなたのところにもニコライ派の教えに従う者たちがいる。
16μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετʼ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.
16だから悔い改めなさい。さもなければ、わたしはすぐにあなたのところへ行き、口の剣で彼らと戦う。
17ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. τῷ νικῶντι δώσω ⸀αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.
17耳のある者は、聖霊が諸教会に語ることを聞きなさい。勝利を得る者には、隠されたマナを与え、 白い石を与えよう。その石には、受け取る者のほかはだれも知らない新しい名が書かれている。』
18Καὶ τῷ ἀγγέλῳ ⸀τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
18「テアティラにある教会の御使いに書き送りなさい。 『燃える炎のような目を持ち、その足が輝く青銅のようである神の御子が、こう言われる。
19Οἶδά σου τὰ ἔργα, καὶ τὴν ⸂ἀγάπην καὶ τὴν πίστιν⸃ καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων.
19わたしは、あなたの行い、愛、信仰、奉仕、忍耐を知っている。また、あなたの最近の行いが初めの行いよりも多いことも知っている。
20ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν ⸀γυναῖκα Ἰεζάβελ, ἡ ⸀λέγουσα ἑαυτὴν προφῆτιν, καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα.
20しかし、あなたには責めるべきことがある。あなたは、自ら女預言者と称する、あなたの もとにいるイゼベルという女を容認している。彼女はわたしの僕たちを教えて惑わし、淫行を行わせ、偶像に供えた物を食べさせている。
21καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
21わたしは彼女に悔い改める時間を与えたが、彼女は自分の淫行を悔い改めようとしない。
22ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετʼ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ ⸀μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς·
22見よ、わたしは彼女を病の床に投げ込み、彼女と姦淫する者たちを大きな苦難に投げ込む。彼女の行いを悔い改めないかぎり、そうする。
23καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.
23また、彼女の子どもたちを死で打つ。そうすれば、すべての教会は、わたしが思いと心を探る者であることを知る。わたしはあなたがた一人ひとりに、その行いに応じて報いる。
24ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ βάλλω ἐφʼ ὑμᾶς ἄλλο βάρος·
24しかし、テアティラにいる残りの人々、この教えを持たず、ある人々が『サタンの深み』と呼ぶものを知らないすべての人に、わたしは言う。あなたがたには、ほかの重荷を負わせない。
25πλὴν ὃ ἔχετε κρατήσατε ἄχρι οὗ ἂν ἥξω.
25ただし、わたしが来るまで、あなたがたの持っているものを堅く守りなさい。
26καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν,
26勝利を得て、最後までわたしの行いを守る者には、諸国民を治める権威を与えよう。
27καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς τὰ σκεύη τὰ κεραμικὰ ⸀συντρίβεται,
27彼は鉄の杖で彼らを治め、土の器のように粉々にする。 わたしが父から受けたのと同じ権威である。
28ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου, καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.
28また、彼に明けの明星を与えよう。
29ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
29耳のある者は、聖霊が諸教会に語ることを聞きなさい。』
Tip: use the ← and → keys to turn chapters.