ΚΑΤΑ ΜΑΡΚΟΝ 13
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Korean Bible, 1910 (한국어 성경)
1Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
1예수께서 성전에서 나가실 때에 제자 중 하나가 가로되 `선생님이여, 보소서 이 돌들이 어떠하며 이 건물들이 어떠하니이까 ?'
2καὶ ὁ ⸀Ἰησοῦς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ⸀ὧδε λίθος ἐπὶ ⸀λίθον ὃς οὐ μὴ καταλυθῇ.
2예수께서 이르시되 `네가 이 큰 건물들을 보느냐 ? 돌 하나도 돌 위에 남지 않고 다 무너뜨려지리라' 하시니라
3Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ⸀ἐπηρώτα αὐτὸν κατʼ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·
3예수께서 감람산에서 성전을 마주 대하여 앉으셨을 때에 베드로와 야고보와 요한과 안드레가 종용히 묻자오되
4Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ⸂ταῦτα συντελεῖσθαι πάντα⸃.
4`우리에게 이르소서 어느 때에 이런 일이 있겠사오며 이 모든 일이 이루려 할 때에 무슨 징조가 있사오리이까 ?'
5ὁ δὲ Ἰησοῦς ⸂ἤρξατο λέγειν αὐτοῖς⸃· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
5예수께서 이르시되 `너희가 사람의 미혹을 받지 않도록 주의하라
6⸀πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
6많은 사람이 내 이름으로 와서 이르되 내가 그로라 하여 많은 사람을 미혹케 하리라
7ὅταν δὲ ⸀ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· ⸀δεῖ γενέσθαι, ἀλλʼ οὔπω τὸ τέλος.
7난리와 난리 소문을 들을 때에 두려워 말라 이런 일이 있어야 하되 끝은 아직 아니니라
8ἐγερθήσεται γὰρ ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ⸀ἔσονται σεισμοὶ κατὰ τόπους, ⸁ἔσονται ⸀λιμοί· ⸀ἀρχὴ ὠδίνων ταῦτα.
8민족이 민족을 나라가 나라를 대적하여 일어나겠고 처처에 지진이 있으며 기근이 있으리니 이는 재난의 시작이니라
9βλέπετε δὲ ὑμεῖς ἑαυτούς· ⸀παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
9너희는 스스로 조심하라 사람들이 너희를 공회에 넘겨주겠고 너희를 회당에서 매질하겠으며 나를 인하여 너희가 관장들과 임금들 앞에 서리니 이는 저희에게 증거되려 함이라
10καὶ εἰς πάντα τὰ ἔθνη ⸂πρῶτον δεῖ⸃ κηρυχθῆναι τὸ εὐαγγέλιον.
10또 복음이 먼저 만국에 전파되어야 할 것이니라
11⸂καὶ ὅταν⸃ ⸀ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί ⸀λαλήσητε, ἀλλʼ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
11사람들이 너희를 끌어다가 넘겨줄 때에 무슨 말을 할까 미리 염려치 말고 무엇이든지 그 시에 너희에게 주시는 그 말을 하라 말하는 이는 너희가 아니요 성령이시니라
12⸂καὶ παραδώσει⸃ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς·
12형제가 형제를 아비가 자식을 죽는데 내어주며 자식들이 부모를 대적하여 죽게 하리라
13καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
13또 너희가 내 이름을 인하여 모든 사람에게 미움을 받을 것이나 나중까지 견디는 자는 구원을 얻으리라
14Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ⸀ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,
14멸망의 가증한 것이 서지 못할 곳에 선 것을 보거든 (읽는 자는 깨달을진저)그 때에 유대에 있는 자들은 산으로 도망할지어다
15⸀ὁ ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτω μηδὲ εἰσελθάτω ⸂τι ἆραι⸃ ἐκ τῆς οἰκίας αὐτοῦ,
15지붕 위에 있는 자는 내려가지도 말고 집에 있는 무엇을 가지러 들어가지도 말며
16καὶ ὁ εἰς τὸν ⸀ἀγρὸν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
16밭에 있는 자는 겉옷을 가지러 뒤로 돌이키지 말지어다
17οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
17그 날에는 아이 밴 자들과 젖먹이는 자들에게 화가 있으리로다
18προσεύχεσθε δὲ ἵνα μὴ ⸀γένηται χειμῶνος·
18이 일이 겨울에 나지 않도록 기도하라
19ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπʼ ἀρχῆς κτίσεως ⸀ἣν ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.
19이는 그날들은 환난의 날이 되겠음이라 하나님의 창조하신 창조부터 지금까지 이런 환난이 없었고 후에도 없으리라
20καὶ εἰ μὴ ⸂ἐκολόβωσεν κύριος⸃ τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.
20만일 주께서 그날들을 감하지 아니하셨더면 모든 육체가 구원을 얻지 못할 것이어늘 자기의 택하신 백성을 위하여 그 날들을 감하셨느니라
21⸀καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· ⸀Ἴδε ὧδε ὁ ⸀χριστός, ⸁Ἴδε ἐκεῖ, μὴ πιστεύετε·
21그 때에 사람이 너희에게 말하되 보라 그리스도가 여기 있다 보라 저기 있다 하여도 믿지 말라
22ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ ⸀δυνατὸν τοὺς ἐκλεκτούς·
22거짓 그리스도들과 거짓 선지자들이 일어나서 이적과 기사를 행하여 할 수만 있으면 택하신 백성을 미혹케 하려 하리라
23ὑμεῖς δὲ βλέπετε· ⸀προείρηκα ὑμῖν πάντα.
23너희는 삼가라 내가 모든 일을 너희에게 미리 말하였노라
24Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
24그 때에 그 환난 후 해가 어두워지며 달이 빛을 내지 아니하며
25καὶ οἱ ἀστέρες ⸂ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες⸃, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
25별들이 하늘에서 떨어지며 하늘에 있는 권능들이 흔들리리라
26καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης·
26그 때에 인자가 구름을 타고 큰 권능과 영광으로 오는 것을 사람들이 보리라
27καὶ τότε ἀποστελεῖ τοὺς ⸀ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ⸀ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
27또 그 때에 저가 천사들을 보내어 자기 택하신 자들을 땅 끝으로 부터 하늘 끝까지 사방에서 모으리라
28Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ⸂ἤδη ὁ κλάδος αὐτῆς⸃ ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
28무화과나무의 비유를 배우라 그 가지가 연하여지고 잎사귀를 내면 여름이 가까운 줄을 아나니
29οὕτως καὶ ὑμεῖς, ὅταν ⸂ἴδητε ταῦτα⸃ γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
29이와 같이 너희가 이런 일이 나는 것을 보거든 인자가 가까이 곧 문앞에 이른 줄을 알라
30ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ⸂ταῦτα πάντα⸃ γένηται.
30내가 진실로 너희에게 말하노니 이 세대가 지나가기 전에 이 일이 다 이루리라
31ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ ⸀μὴ ⸁παρελεύσονται.
31천지는 없어지겠으나 내 말은 없어지지 아니하리라
32Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ⸀τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ⸀ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
32그러나 그 날과 그 때는 아무도 모르나니 하늘에 있는 천사들도 아들도 모르고 아버지만 아시느니라
33βλέπετε ⸀ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν·
33주의하라 깨어 있으라 그 때가 언제인지 알지 못함이니라
34ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ⸀ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
34가령 사람이 집을 떠나 타국으로 갈 때에 그 종들에게 권한을 주어 각각 사무를 맡기며 문지기에게 깨어 있으라 명함과 같으니
35γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ⸀ἢ ὀψὲ ἢ ⸀μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ,
35그러므로 깨어 있으라 집 주인이 언제 올는지 혹 저물 때엘는지, 밤중엘는지, 닭 울 때엘는지, 새벽엘는지, 너희가 알지 못함이라
36μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας·
36그가 홀연히 와서 너희의 자는 것을 보지 않도록 하라
37⸀ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.
37깨어 있으라 내가 너희에게 하는 이 말이 모든 사람에게 하는 말이니라' 하시니라
Tip: use the ← and → keys to turn chapters.